Book 9
153
Ὡς δὲ τὰ περὶ τὴν Ὀθλίαν τοῦτον ἐστρατηγήθη τὸν τρόπον συγκαλέσας τόν τε δῆμον καὶ τοὺς ὁπλίτας ὁ Ἰώδας εἰς τὸ ἱερὸν ἐξώρκωσεν εὐνοεῖν τῷ βασιλεῖ καὶ προνοεῖν αὐτοῦ τῆς σωτηρίας καὶ τῆς ἐπὶ πλεῖον ἀρχῆς· ἔπειτʼ αὐτὸν τὸν βασιλέα τιμήσειν τὸν θεὸν καὶ μὴ παραβῆναι τοὺς Μωσήους νόμους δοῦναι πίστιν ἠνάγκασε.
154
καὶ μετὰ ταῦτʼ εἰσδραμόντες τὸν τοῦ Βαὰλ οἶκον, ὃν Ὀθλία τε καὶ ὁ ἀνὴρ αὐτῆς Ἰώραμος κατεσκεύασεν ἐφʼ ὕβρει μὲν τοῦ πατρίου θεοῦ τιμῇ δὲ Ἀχάβου κατέσκαψαν καὶ τὸν ἔχοντα τὴν ἱερωσύνην αὐτοῦ Μάθαν ἀπέκτειναν.
155
τὴν δʼ ἐπιμέλειαν καὶ φυλακὴν τοῦ ἱεροῦ τοῖς ἱερεῦσι καὶ Ληουίταις ἐπέτρεψεν Ἰώδας κατὰ τὴν Δαυίδου τοῦ βασιλέως διάταξιν κελεύσας αὐτοὺς δὶς τῆς ἡμέρας ἐπιφέρειν τὰς νενομισμένας τῶν ὁλοκαυτώσεων θυσίας καὶ θυμιᾶν ἀκολούθως τῷ νόμῳ. ἀπέδειξε δέ τινας τῶν Ληουιτῶν καὶ πυλωροὺς ἐπὶ φυλακῇ τοῦ τεμένους, ὡς μηδένα μεμιασμένον παριέναι λανθάνοντα.
156
Τούτων δʼ ἕκαστα διατάξας μετὰ τῶν ἑκατοντάρχων καὶ ἡγεμόνων καὶ τοῦ λαοῦ παντὸς ἐκ τοῦ ἱεροῦ παραλαβὼν ἄγει τὸν Ἰώασον εἰς τὸ βασίλειον, καὶ καθίσαντος ἐπὶ τὸν βασιλικὸν θρόνον ἐπευφήμησέ τε τὸ πλῆθος καὶ πρὸς εὐωχίαν τραπέντες ἐπὶ πολλὰς ἑώρτασαν ἡμέρας· ἡ μέντοι γε πόλις ἐπὶ τῷ τὴν Ὀθλίαν ἀποθανεῖν ἡσυχίαν ἤγαγεν.
157
ἦν δὲ Ἰώασος ὅτε τὴν βασιλείαν παρέλαβεν ἐτῶν ἑπτά, μήτηρ δὲ ἦν αὐτῷ τὸ μὲν ὄνομα Σαβιὰ πατρίδος δὲ Βηρσαβεέ. πολλὴν δʼ ἐποιήσατο τῶν νομίμων φυλακὴν καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν φιλοτιμίαν παρὰ πάντα τὸν χρόνον ὃν Ἰώδας ἐβίωσεν.
158
ἔγημε δὲ καὶ γυναῖκας δύο παρελθὼν εἰς ἡλικίαν δόντος τοῦ ἀρχιερέως, ἐξ ὧν καὶ ἄρρενες αὐτῷ καὶ θήλειαι παῖδες ἐγένοντο. τὰ μὲν οὖν περὶ τοῦ βασιλέως Ἰωάσου, ὡς τὴν τῆς Ὀθλίας ἐπιβουλὴν διέφυγε καὶ τὴν βασιλείαν παρέλαβεν, ἐν τούτοις δεδηλώκαμεν.
159
Ἀζάηλος δʼ ὁ τῶν Σύρων βασιλεὺς πολεμῶν τοῖς Ἰσραηλίταις καὶ τῷ βασιλεῖ αὐτῶν Ἰηοῦ διέφθειρε τῆς πέραν Ἰορδάνου χώρας τὰ πρὸς τὴν ἀνατολὴν τῶν Ῥουβηνιτῶν καὶ Γαδιτῶν καὶ Μανασσιτῶν ἔτι δὲ καὶ τὴν Γαλαδῖτιν καὶ Βαταναίαν πυρπολῶν πάντα καὶ διαρπάζων καὶ τοῖς εἰς χεῖρας ἀπαντῶσι βίαν προσφέρων.