Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 9

193 Ἀμασίας δὲ τῇ νίκῃ καὶ τοῖς κατορθώμασιν ἐπαρθεὶς τὸν μὲν τούτων αἴτιον θεὸν αὐτῷ γενόμενον ὑπερορᾶν ἤρξατο, οὓς δʼ ἐκ τῆς Ἀμαληκιτῶν χώρας ἐκόμισεν, τούτους σεβόμενος διετέλει.
194 προσελθὼν δὲ ὁ προφήτης αὐτῷ θαυμάζειν ἔλεγεν, εἰ τούτους ἡγεῖται θεούς, οἳ τοὺς ἰδίους παρʼ οἷς ἐτιμῶντο μηδὲν ὤνησαν μηδʼ ἐκ χειρῶν ἐρρύσαντο τῶν ἐκείνου, ἀλλʼ ὑπερεῖδον πολλούς τε αὐτῶν ἀπολλυμένους καὶ αὑτοὺς αἰχμαλωτισθέντας· κεκομίσθαι γὰρ εἰς Ἱεροσόλυμα τούτῳ τῷ τρόπῳ, καθὼς ἄν τις τῶν πολεμίων τινὰ ζωγρήσας ἤγαγεν.
195 τῷ δὲ βασιλεῖ ταῦτʼ ὀργὴν ἐκίνησε καὶ προσέταξεν ἡσυχίαν ἄγειν τὸν προφήτην ἀπειλήσας αὐτὸν κολάσειν, ἂν πολυπραγμονῇ. καὶ ὁ μὲν ἡσυχάζειν εἶπεν, οὐκ ἀμελήσειν δὲ ὧν ἐπικεχείρηκε νεωτερίζων τὸν θεὸν προύλεγεν.
196 Ἀμασίας δὲ κατέχειν ἑαυτὸν ἐπὶ ταῖς εὐπραγίαις οὐ δυνάμενος, ἃς παρὰ τοῦ θεοῦ λαβὼν εἰς αὐτὸν ἐξύβριζεν, ἀλλὰ φρονηματισθεὶς ἔγραψεν Ἰωάσῳ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ κελεύων ὑπακούειν αὐτῷ σὺν ἅπαντι τῷ λαῷ, ὡς καὶ πρότερον ὑπήκουσε τοῖς προγόνοις αὐτοῦ Δαυίδῃ καὶ Σολόμωνι, ἢ μὴ βουλόμενον εὐγνωμονεῖν εἰδέναι πολέμῳ περὶ τῆς ἀρχῆς διακριθησόμενον.
197 ἀντέγραψε δʼ ὁ Ἰώασος τάδε· βασιλεὺς Ἰώασος βασιλεῖ Ἀμασίᾳ. ἦν ἐν τῷ Λιβάνῳ ὄρει κυπάρισσος παμμεγέθης καὶ ἄκανος. αὕτη πρὸς τὴν κυπάρισσον ἔπεμψε μνηστευομένη τὴν θυγατέρα αὐτῆς πρὸς γάμον τῷ παιδί. μεταξὺ ταῦτα λέγουσαν θηρίον τι παρερχόμενον κατεπάτησε τὴν ἄκανον.
198 τοῦτο οὖν ἔσται σοι παράδειγμα τοῦ μὴ μειζόνων ἐφίεσθαι, μηδʼ ὅτι τὴν πρὸς Ἀμαληκίτας μάχην εὐτύχησας ἐπὶ ταύτῃ γαυρούμενος σαυτῷ καὶ τῇ βασιλείᾳ σου κινδύνους ἐπισπῶ.
199 Ταῦτα δὲ ἀναγνοὺς Ἀμασίας ἔτι μᾶλλον ἐπὶ τὴν στρατείαν παρωξύνθη τοῦ θεοῦ παρορμῶντος αὐτὸν οἶμαι πρὸς αὐτήν, ἵνα τῶν παρανομηθέντων εἰς αὐτὸν δίκην ἀπολάβῃ. ὡς δʼ ἐξήγαγε μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰώασον καὶ συνάπτειν μάχην ἔμελλον, τὸ Ἀμασίου στράτευμα φόβος αἰφνίδιος καὶ κατάπληξις οἵαν θεὸς οὐκ εὐμενὴς ἐντίθησιν εἰς φυγὴν ἔτρεψε,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme