Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 9

12 Ἅμα δʼ ἡμέρᾳ προελθὼν ὁ βασιλεὺς εἰς τὴν ἔρημον τὴν ὑποκάτω Θεκώας πόλεως ἔλεγε πρὸς τὸ πλῆθος, ὡς δεῖ πιστεύειν τοῖς ὑπὸ τοῦ προφήτου εἰρημένοις καὶ μὴ παρατάσσεσθαι μὲν αὐτοὺς εἰς μάχην, προστησαμένους δὲ τοὺς ἱερεῖς μετὰ τῶν σαλπίγγων καὶ Ληουιτῶν εὐχαριστεῖν ὡς ἤδη ῥυσαμένῳ τὴν χώραν ἡμῶν παρὰ τῶν πολεμίων.
13 ἤρεσε δὲ ἡ τοῦ βασιλέως γνώμη, καὶ ἅπερ συνεβούλευσε ταῦτʼ ἔπραττον. ὁ δὲ θεὸς εἰς φόβον ἐνέβαλε καὶ ταραχὴν τοὺς Ἀμμανίτας· οἱ δὲ δόξαντες ἀλλήλους πολεμίους ἀπέκτεινον, ὡς ἐκ τῆς τοσαύτης στρατιᾶς ἀνασωθῆναι μηδένα.
14 Ἰωσαφάτης δὲ ἀποβλέψας εἰς τὴν φάραγγα, ἐν ᾗ συνέβαινʼ ἐστρατοπεδευκέναι τοὺς πολεμίους, καὶ πλήρη νεκρῶν ἰδὼν ἥσθη μὲν ἐπὶ τῷ παραδόξῳ τῆς τοῦ θεοῦ βοηθείας, ὅτι μηδὲ πονήσασιν αὐτοῖς αὐτὸς διʼ αὑτοῦ τὴν νίκην ἔδωκεν, ἐπέτρεψε δὲ τῇ στρατιᾷ διαρπάσαι τὴν παρεμβολὴν τῶν ἐχθρῶν καὶ σκυλεῦσαι τοὺς νεκρούς.
15 καὶ οἱ μὲν ἐπὶ τρεῖς ἡμέρας σκυλεύοντες ἔκαμον· τοσοῦτον ἦν τὸ τῶν ἀνῃρημένων πλῆθος· τῇ τετάρτῃ δὲ συναθροισθεὶς πᾶς ὁ λαὸς εἴς τινα κοῖλον καὶ φαραγγώδη τόπον τὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν συμμαχίαν εὐλόγησαν, ἀφʼ οὗ καὶ προσηγορίαν ἔσχεν ὁ τόπος κοιλὰς εὐλογίας.
16 Ἐκεῖθεν δὲ ἀναγαγὼν τὴν στρατιὰν ὁ βασιλεὺς εἰς Ἱεροσόλυμα τρέπεται πρὸς εὐωχίαν καὶ θυσίας ἐπὶ πολλὰς ἡμέρας. μετὰ μέντοι γε τὴν τῶν πολεμίων αὐτοῦ διαφθορὰν ἀκουσθεῖσαν τοῖς ἀλλοφύλοις ἔθνεσι πάντες οὗτοι κατεπλάγησαν αὐτόν, ὡς φανερῶς αὐτῷ τοῦ θεοῦ τὸ λοιπὸν συμμαχοῦντος. καὶ Ἰωσαφάτης μὲν ἔκτοτε μετὰ λαμπρᾶς δόξης ἐπί τε δικαιοσύνῃ καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ διῆγεν·
17 ἦν δὲ φίλος καὶ τῷ τοῦ Ἀχάβου παιδὶ βασιλεύοντι τῶν Ἰσραηλιτῶν, πρὸς ὃν κοινωνήσας ἐπὶ κατασκευῇ νεῶν εἴς τε Πόντον πλεουσῶν καὶ τὰ ἐπὶ Θρᾴκης ἐμπόρια διήμαρτε τοῦ κτήματος· ὑπὸ γὰρ μεγέθους ἀπώλετο τὰ σκάφη· καὶ διὰ τοῦτο οὐκέτι περὶ ναῦς ἐφιλοτιμήσατο. τὰ μὲν οὖν περὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσαφάτην οὕτως εἶχεν.
18 Ὁ δʼ Ἀχάβου παῖς Ὀχοζίας ἐβασίλευε τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ ποιούμενος τὴν δίαιταν, πονηρὸς ὢν καὶ πάντα ὅμοιος τοῖς γονεῦσιν ἀμφοτέροις καὶ Ἱεροβοάμῳ τῷ πρώτῳ παρανομήσαντι καὶ τὸν λαὸν ἀπατᾶν ἀρξαμένῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme