Book 9
274
καὶ τὸ μὲν πλῆθος συνεισέφερε παντοδαπὸν καρπὸν τοῖς ἱερεῦσι καὶ Λευίταις, ἀποθήκας δὲ καὶ ταμιεῖα τούτων ὁ βασιλεὺς κατασκευάσας ἑκάστῳ διένειμε τῶν ἱερέων καὶ Ληουιτῶν καὶ παισὶν αὐτῶν καὶ γυναιξί·
275
καὶ οὕτω πάλιν εἰς τὴν ἀρχαίαν θρησκείαν ἐπανῆλθον. ταῦτα δὲ τὸν προειρημένον τρόπον ὁ βασιλεὺς καταστησάμενος πόλεμον ἐξήνεγκε πρὸς τοὺς Παλαιστίνους καὶ νικήσας κατέσχεν ἁπάσας ἀπὸ Γάζης μέχρι Γίττης πόλεις τῶν πολεμίων. ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς πέμψας ἠπείλει πᾶσαν αὐτοῦ καταστρέψεσθαι τὴν ἀρχήν, εἰ μὴ τοὺς φόρους, οὓς ὁ πατὴρ αὐτοῦ τὸ πρῶτον ἐτέλει, τούτους ἀποδώσει.
276
Ἐζεκίας δὲ τῶν μὲν ἀπειλῶν οὐκ ἐφρόντισʼ, ἐθάρρει δὲ ἐπὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῷ προφήτῃ Ἡσαΐᾳ, παρʼ οὗ πάντʼ ἀκριβῶς τὰ μέλλοντα ἐπυνθάνετο. καὶ ὧδε μὲν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐχέτω τὰ περὶ τούτου τοῦ βασιλέως.
277
Σαλμανάσσης δὲ ὁ τῶν Ἀσσυρίων βασιλεύς, ἐπεὶ ἠγγέλη αὐτῷ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσείης πέμψας κρύφα πρὸς Σώαν τὸν τῶν Αἰγυπτίων βασιλέα παρακαλῶν αὐτὸν ἐπὶ συμμαχίαν τὴν κατʼ αὐτοῦ, παροξυνθεὶς ἐστράτευσεν ἐπὶ τὴν Σαμάρειαν ἔτει ἑβδόμῳ τῆς Ὠσήου βασιλείας.
278
οὐ δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως ἔτεσι πολιορκήσας τρισὶν εἷλε κατὰ κράτος τὴν Σαμάρειαν, ἔνατον μὲν ἔτος Ὠσήου βασιλεύοντος ἕβδομον δὲ Ἐζεκίου τοῦ τῶν Ἱεροσολυμιτῶν βασιλέως, καὶ τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν ἄρδην ἠφάνισε καὶ πάντα τὸν λαὸν μετῴκισεν εἰς τὴν Μηδίαν καὶ Περσίδα, ἐν οἷς καὶ τὸν βασιλέα Ὠσῆν ζῶντα ἔλαβε.
279
καὶ μεταστήσας ἄλλα ἔθνη ἀπὸ Χούθου τόπου τινός, ἔστι γὰρ ἐν τῇ Περσίδι ποταμὸς τοῦτʼ ἔχων τοὔνομα, κατῴκισεν εἰς τὴν Σαμάρειαν καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν.
280
μετῴκησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν ἐκ τῆς Ἰουδαίας μετὰ ἐτῶν ἀριθμὸν ἐνακοσίων τεσσαρακονταεπτά, ἀφʼ οὗ χρόνου τὴν Αἴγυπτον ἐξῆλθον αὐτῶν οἱ πρόγονοι, ὃν δὲ κατέσχον τὴν χώραν ταύτην στρατηγοῦντος Ἰησοῦ ἔστιν ἐτῶν ὀκτακοσίων· ἀφʼ οὗ δʼ ἀποστάντες ἀπὸ Ῥοβοάμου τοῦ Δαυίδου υἱωνοῦ τὴν βασιλείαν Ἱεροβοάμῳ παρέδοσαν, ὥς μοι καὶ πρότερον δεδήλωται, ἔτη ἐστὶ διακόσια τεσσαράκοντα μῆνες ἑπτὰ ἡμέραι ἑπτά.