Book 9
30
συναθροίσας οὖν τὴν οἰκείαν δύναμιν ἔπεμψε πρὸς Ἰωσαφάτην παρακαλῶν αὐτόν, ἐπεὶ φίλος ἀπʼ ἀρχῆς ὑπῆρχεν αὐτοῦ τῷ πατρί, συμμαχῆσαι πόλεμον ἐπὶ τοὺς Μωαβίτας ἐκφέρειν μέλλοντι ἀποστάντας αὐτοῦ τῆς βασιλείας. ὁ δʼ οὐ μόνον αὐτὸς βοηθήσειν ὑπέσχετο, ἀλλὰ καὶ τὸν Ἰδουμαίων βασιλέα συναναγκάσειν ὄντα ὑφʼ ἑαυτὸν συστρατεύσασθαι.
31
Ἰώραμος δὲ τοιούτων αὐτῷ τῶν παρὰ Ἰωσαφάτου περὶ τῆς συμμαχίας κομισθέντων ἀναλαβὼν αὑτοῦ τὴν στρατιὰν ἧκεν εἰς Ἱεροσόλυμα, καὶ ξενισθεὶς λαμπρῶς ὑπὸ τοῦ βασιλέως τῶν Ἱεροσολυμιτῶν, δόξαν αὐτοὺς διὰ τῆς ἐρήμου τῆς Ἰδουμαίας ποιήσασθαι τὴν πορείαν ἐπὶ τοὺς πολεμίους, οὐ γὰρ προσδοκήσειν αὐτοὺς ταύτῃ ποιήσεσθαι τὴν ἔφοδον, ὥρμησαν οἱ τρεῖς βασιλεῖς ἐκ τῶν Ἱεροσολύμων, ὅ τε τούτων αὐτῶν καὶ ὁ τῶν Ἰσραηλιτῶν καὶ ὁ τῆς Ἰδουμαίας,
32
καὶ κυκλεύσαντες ἑπτὰ ἡμερῶν ὁδὸν εἰς ἀπορίαν ὕδατος τοῖς τε κτήνεσι καὶ τῇ στρατιᾷ περιέστησαν πλανηθέντων τὰς ὁδοὺς αὐτοῖς τῶν ἡγουμένων, ὡς ἀγωνιᾶν μὲν ἅπαντας, μάλιστα δὲ τὸν Ἰώραμον καὶ ὑπὸ λύπης ἐκβοῆσαι πρὸς τὸν θεόν, τί κακὸν αἰτιασάμενος ἀγάγοι τοὺς τρεῖς βασιλεῖς ἀμαχητὶ παραδώσοντας ἑαυτοὺς τῷ Μωαβιτῶν βασιλεῖ;
33
παρεθάρρυνε δʼ αὐτὸν ὁ Ἰωσαφάτης δίκαιος ὢν καὶ πέμψαντα εἰς τὸ στρατόπεδον ἐκέλευσε γνῶναι, εἴ τις αὐτοῖς τοῦ θεοῦ προφήτης συνελήλυθεν, ἵνα διʼ αὐτοῦ μάθωμεν παρὰ τοῦ θεοῦ, τί ποιητέον ἡμῖν. οἰκέτου δέ τινος φήσαντος τῶν Ἰωράμου ἰδεῖν αὐτόθι τὸν Ἠλία μαθητὴν Ἐλισσαῖον Σαφάτου παῖδα πρὸς αὐτὸν ἀπίασιν οἱ τρεῖς βασιλεῖς Ἰωσαφάτου παραινέσαντος.
34
ἐλθόντες δʼ ἐπὶ τὴν σκηνὴν τοῦ προφήτου, ἔτυχε δʼ ἔξω τῆς παρεμβολῆς κατεσκηνωκώς, ἐπηρώτων τὸ μέλλον ἐπὶ τῆς στρατιᾶς, μάλιστα δὲ ὁ Ἰώραμος. τοῦ δὲ μὴ διοχλεῖν αὐτῷ φράσαντος ἀλλὰ πρὸς τοὺς τοῦ πατρὸς αὐτοῦ καὶ τῆς μητρὸς βαδίζειν προφήτας, εἶναι γὰρ ἐκείνους ἀληθεῖς, ἐδεῖτο προφητεύειν καὶ σώζειν αὐτούς.
35
ὁ δὲ ὀμόσας τὸν θεὸν οὐκ ἂν ἀποκριθῆναι αὐτῷ, εἰ μὴ διὰ Ἰωσαφάτην ὅσιον ὄντα καὶ δίκαιον, ἀχθέντος ἀνθρώπου τινὸς ψάλλειν εἰδότος, ἐπεζήτησε γὰρ αὐτός, πρὸς τὸν ψαλμὸν ἔνθεος γενόμενος προσέταξε τοῖς βασιλεῦσιν ἐν τῷ χειμάρρῳ πολλοὺς ὀρύξαι βόθρους·