Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 9

36 οὔτε γὰρ νέφους οὔτε πνεύματος γενομένου οὔτε ὑετοῦ καταρραγέντος ὄψεσθε πλήρη τὸν ποταμὸν ὕδατος, ὡς ἂν καὶ τὸν στρατὸν καὶ τὰ ὑποζύγια διασωθῆναι ὑμῖν ἀπὸ τοῦ ποτοῦ. ἔσται δὲ ὑμῖν οὐ τοῦτο μόνον παρὰ θεοῦ, ἀλλὰ καὶ κρατήσετε τῶν ἐχθρῶν καὶ καλλίστας καὶ ὀχυρωτάτας πόλεις λήψεσθε τῶν Μωαβιτῶν, καὶ δένδρα μὲν αὐτῶν ἥμερα κόψετε, τὴν δὲ χώραν δῃώσετε, πηγὰς δὲ καὶ ποταμοὺς ἐμφράξετε.
37 Ταῦτα εἰπόντος τοῦ προφήτου τῇ ἐπιούσῃ πρὶν ἥλιον ἀνασχεῖν ὁ χειμάρρους πολὺς ἐρρύη, σφοδρῶς γὰρ ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ ἐν τῇ Ἰδουμαίᾳ τὸν θεὸν ὗσαι συνέπεσεν, ὥστε εὑρεῖν τὴν στρατιὰν καὶ τὰ ὑποζύγια ποτὸν ἄφθονον.
38 ὡς δὲ ἤκουσαν οἱ Μωαβῖται τοὺς τρεῖς βασιλέας ἐπʼ αὐτοὺς βαδίζοντας καὶ διὰ τῆς ἐρήμου ποιουμένους τὴν ἔφοδον, ὁ βασιλεὺς αὐτῶν εὐθὺς συλλέξας στρατιὰν ἐκέλευσεν ἐπὶ τῶν ὅρων βάλλεσθαι τὸ στρατόπεδον, ἵνα αὐτοὺς μὴ λάθωσιν εἰς τὴν χώραν ἐμβαλόντες οἱ πολέμιοι.
39 θεασάμενοι δὲ ὑπὸ τὴν ἀνατολὴν ἡλίου τὸ ἐν τῷ χειμάρρῳ ὕδωρ, καὶ γὰρ οὐδὲ μακρὰν ἦν τῆς Μωαβίτιδος, αἵματι τὴν χροὰν ὅμοιον, τότε γὰρ μάλιστα πρὸς τὴν αὐγὴν τὸ ὕδωρ ἐρυθραίνεται, ψευδῆ δόξαν περὶ τῶν πολεμίων ἐλάμβανον ὡς ἀπεκτονότων ἑαυτοὺς διὰ δίψος καὶ τοῦ ποταμοῦ αἷμα αὐτοῖς ῥέοντος.
40 τοῦτο τοίνυν οὕτως ἔχειν ὑπολαβόντες ἠξίωσαν αὐτοὺς ἐπὶ διαρπαγὴν τῶν πολεμίων ἐκπέμψαι τὸν βασιλέα καὶ πάντες ἐξορμήσαντες ὡς ἐπὶ ἑτοίμην ὠφέλειαν ἦλθον εἰς τὸ τῶν ἐχθρῶν στρατόπεδον ὡς ἀπολωλότων. καὶ διαψεύδεται μὲν αὐτοῖς ἡ ἐλπὶς αὕτη, περιστάντων δὲ τῶν πολεμίων οἱ μὲν αὐτῶν κατεκόπησαν οἱ δὲ διεσπάρησαν εἰς τὴν ἰδίαν χώραν φεύγοντες.
41 ἐμβαλόντες δὲ εἰς τὴν Μωαβιτῶν οἱ βασιλεῖς τάς τε πόλεις κατεστρέψαντο τὰς ἐν αὐτῇ καὶ τοὺς ἀγροὺς αὐτῶν διήρπασαν καὶ ἠφάνισαν πληροῦντες τῶν ἐκ τῶν χειμάρρων λίθων, καὶ τὰ κάλλιστα τῶν δένδρων ἔκοψαν, καὶ τὰς πηγὰς ἐνέφραξαν τῶν ὑδάτων, καὶ τὰ τείχη καθεῖλον ἕως ἐδάφους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme