Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
1 Ἐμοὶ δὲ γένος ἐστὶν οὐκ ἄσημον, ἀλλʼ ἐξ ἱερέων ἄνωθεν καταβεβηκός. ὥσπερ δʼ ἡ παρʼ ἑκάστοις ἄλλη τίς ἐστιν εὐγενείας ὑπόθεσις, οὕτως παρʼ ἡμῖν ἡ τῆς ἱερωσύνης μετουσία τεκμήριόν ἐστιν γένους λαμπρότητος.
2 ἐμοὶ δʼ οὐ μόνον ἐξ ἱερέων ἐστὶν τὸ γένος, ἀλλὰ καὶ ἐκ τῆς πρώτης ἐφημερίδος τῶν εἰκοσιτεσσάρων, πολλὴ δὲ κἀν τούτῳ διαφορά, καὶ τῶν ἐν ταύτῃ δὲ φυλῶν ἐκ τῆς ἀρίστης. ὑπάρχω δὲ καὶ τοῦ βασιλικοῦ γένους ἀπὸ τῆς μητρός· οἱ γὰρ Ἀσαμωναίου παῖδες, ὧν ἔγγονος ἐκείνη, τοῦ ἔθνους ἡμῶν ἐπὶ μήκιστον χρόνον ἠρχιεράτευσαν καὶ ἐβασίλευσαν.
3 ἐρῶ δὲ τὴν διαδοχήν· ὁ πρόπαππος ἡμῶν Σίμων ὁ Ψελλὸς ἐπικαλούμενος. οὗτος ἐγένετο καθʼ ὃν καιρὸν ἠρχιεράτευσεν Σίμωνος ἀρχιερέως ὁ παῖς, ὃς πρῶτος ἀρχιερέων Ὑρκανὸς ὠνομάσθη.
4 γίνονται δὲ τῷ Ψελλῷ Σίμωνι παῖδες ἐννέα· τούτων ἐστὶν Ματθίας ὁ Ἠφαίου λεγόμενος· οὗτος ἠγάγετο πρὸς γάμον θυγατέρα Ἰωνάθου ἀρχιερέως τοῦ πρώτου ἐκ τῶν Ἀσαμωναίου παίδων γένους ἀρχιερατεύσαντος τοῦ ἀδελφοῦ Σίμωνος τἀρχιερέως, καὶ γίνεται παῖς αὐτῷ Ματθίας ὁ Κυρτὸς ἐπικληθεὶς ἄρχοντος Ὑρκανοῦ τὸν πρῶτον ἐνιαυτόν.
5 τούτου γίνεται Ἰώσηπος ἐνάτῳ ἔτει τῆς Ἀλεξάνδρας ἀρχῆς, καὶ Ἰωσήπου Ματθίας βασιλεύοντος Ἀρχελάου τὸ δέκατον, Ματθία δὲ ἐγὼ τῷ πρώτῳ τῆς Γαΐου Καίσαρος ἡγεμονίας. ἐμοὶ δὲ παῖδές εἰσιν τρεῖς, Ὑρκανὸς μὲν ὁ πρεσβύτατος ἔτει τετάρτῳ τῆς Οὐεσπασιανοῦ Καίσαρος ἡγεμονίας, ἑβδόμῳ δὲ Ἰοῦστος, ἐνάτῳ δὲ Ἀγρίππας.
6 τὴν μὲν τοῦ γένους ἡμῶν διαδοχήν, ὡς ἐν ταῖς δημοσίαις δέλτοις ἀναγεγραμμένην εὗρον, οὕτως παρατίθεμαι τοῖς διαβάλλειν ἡμᾶς πειρωμένοις χαίρειν φράσας.
7 Ὁ πατὴρ δέ μου Ματθίας οὐ διὰ μόνην τὴν εὐγένειαν ἐπίσημος ἦν, ἀλλὰ πλέον διὰ τὴν δικαιοσύνην ἐπῃνεῖτο, γνωριμώτατος ὢν ἐν τῇ μεγίστῃ πόλει τῶν παρʼ ἡμῖν τοῖς Ἱεροσολυμίταις.
8 ἐγὼ δὲ συμπαιδευόμενος ἀδελφῷ Ματθίᾳ τοὔνομα, γεγόνει γάρ μοι γνήσιος ἐξ ἀμφοῖν τῶν γονέων, εἰς μεγάλην παιδείας προύκοπτον ἐπίδοσιν μνήμῃ τε καὶ συνέσει δοκῶν διαφέρειν,
1 / 57 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme