67
καὶ διήρπασαν πολλὰ παρὰ γνώμην τὴν ἡμετέραν πράξαντες· ἡμεῖς γὰρ μετὰ τὴν πρὸς Καπέλλαν καὶ τοὺς πρώτους Τιβεριέων ὁμιλίαν εἰς τὴν ἄνω Γαλιλαίαν ἀπὸ Βηθμαῶν ἀνεχωρήσαμεν. ἀναιροῦσιν δʼ οἱ περὶ τὸν Ἰησοῦν πάντας τοὺς ἐνοικοῦντας Ἕλληνας ὅσοι τε πρὸ τοῦ πολέμου γεγόνεισαν αὐτῶν ἐχθροί.
68
Πυθόμενος δʼ ἐγὼ ταῦτα παρωξύνθην σφόδρα, καὶ καταβὰς εἰς Τιβεριάδα πρόνοιαν εἰσηνεγκάμην τῶν βασιλικῶν σκευῶν ὅσα δυνατὸν ἦν τοὺς ἁρπάσαντας ἀφελέσθαι· λυχνίαι δʼ ἦσαν Κορίνθιαι ταῦτα καὶ τράπεζαι τῶν βασιλικῶν καὶ ἀσήμου ἀργυρίου σταθμὸς ἱκανός· πάντα δʼ, ὅσα παρέλαβον, φυλάσσειν ἔκρινα τῷ βασιλεῖ.
69
μεταπεμψάμενος οὖν τοὺς τῆς βουλῆς πρώτους δέκα καὶ Καπέλλαν τὸν Ἀντύλλου τὰ σκεύη παρέδωκα, μηδενὶ παραγγείλας ἑτέρῳ πλὴν ἐμοῦ δοῦναι.
70
κἀκεῖθεν εἰς τὰ Γίσχαλα πρὸς τὸν Ἰωάννην μετὰ τῶν συμπρέσβεων ἀφικόμην βουλόμενος γνῶναι, τί ποτε φρονεῖ. κατεῖδον δʼ αὐτὸν ταχέως νεωτέρων ὀρεγόμενον πραγμάτων καὶ τῆς ἀρχῆς ἐπιθυμίαν ἔχοντα·
71
παρεκάλει γάρ με τὸν Καίσαρος σῖτον κείμενον ἐν ταῖς τῆς ἄνωθεν Γαλιλαίας κώμαις ἐξουσίαν αὐτῷ δοῦναι ἐκφορῆσαι· θέλειν γὰρ ἔφασκεν εἰς ἐπισκευὴν τῶν τῆς πατρίδος τειχῶν αὐτὸν ἀναλῶσαι.
72
κατανοήσας δὲ ἐγὼ τὴν ἐπιχείρησιν αὐτοῦ καὶ τί διανοοῖτο πράσσειν, οὐκ ἔφην αὐτῷ συγχωρεῖν· ἢ γὰρ Ῥωμαίοις αὐτὸν ἐνενοούμην φυλάττειν ἢ ʼμαυτῷ διὰ τὸ καὶ τὴν ἐξουσίαν τῶν ἐκεῖ πραγμάτων αὐτὸς παρὰ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πεπιστεῦσθαι.
73
μὴ πείθων δὲ περὶ τούτων ἐπὶ τοὺς συμπρέσβεις ἐτράπετο· καὶ γὰρ ἦσαν ἀπρονόητοι τῶν ἐσομένων καὶ λαβεῖν ἑτοιμότατοι· φθείρει δὲ χρήμασιν αὐτοὺς ψηφίσασθαι πάντα τὸν σῖτον αὐτῷ παραδοθῆναι τὸν ἐν τῇ αὐτοῦ ἐπαρχίᾳ κείμενον.
74
κἀγὼ μόνος ἡττώμενος ὑποδὺς τὴν ἡσυχίαν ἤγαγον. καὶ δευτέραν Ἰωάννης ἐπεισέφερεν πανουργίαν· ἔφη γὰρ Ἰουδαίους τοὺς τὴν Φιλίππου Καισάρειαν κατοικοῦντας συγκεκλεισμένους κατὰ προσταγὴν τοῦ βασιλέως ὑποδίκου τοῦ τὴν δυναστείαν διοικοῦντος πεπομφέναι πρὸς αὐτὸν παρακαλοῦντας, ἐπειδὴ οὐκ ἔχουσιν ἔλαιον ᾧ χρήσονται καθαρόν, ποιησάμενον πρόνοιαν εὐπορίαν αὐτοῖς τούτου παρασχεῖν, μὴ διʼ ἀνάγκην Ἑλληνικῷ χρώμενοι τὰ νόμιμα παραβαίνωσιν.