Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
82 καὶ δὶς μὲν κατὰ κράτος ἑλὼν Σεπφωρίτας, Τιβεριεῖς τετράκις, Γαδαρεῖς δʼ ἅπαξ, καὶ τὸν Ἰωάννην πολλάκις ἐπιβουλεύσαντά μοι λαβὼν ὑποχείριον οὔτʼ αὐτὸν οὔτε τινὰς τῶν προειρημένων ἐθνῶν ἐτιμωρησάμην, ὡς προϊὼν ὁ λόγος παραστήσει.
83 διὰ τοῦτʼ οἶμαι καὶ τὸν θεόν, οὐ γὰρ λελήθασιν αὐτὸν οἱ τὰ δέοντα πράττοντες, καὶ ἐκ τῆς ἐκείνων ῥύσασθαί με χειρὸς καὶ μετὰ ταῦτα πολλοῖς περιπεσόντα κινδύνοις διαφυλάξαι, περὶ ὧν ὕστερον ἀπαγγελοῦμεν.
84 Τοσαύτη δʼ ἦν ἡ πρός με τοῦ πλήθους τῶν Γαλιλαίων εὔνοια καὶ πίστις, ὥστε ληφθεισῶν αὐτῶν κατὰ κράτος τῶν πόλεων, γυναικῶν δὲ καὶ τέκνων ἀνδραποδισθέντων, οὐχ οὕτως ταῖς ἑαυτῶν ἐπεστέναξαν συμφοραῖς, ὥσπερ τῆς ἐμῆς ἐφρόντισαν σωτηρίας.
85 ταῦτα δʼ ὁρῶν Ἰωάννης ἐφθόνησε, καὶ γράφει πρός με παρακαλῶν ἐπιτρέψαι καταβάντι χρήσασθαι τοῖς ἐν Τιβεριάδι θερμοῖς ὕδασι τῆς τοῦ σώματος ἕνεκα θεραπείας.
86 κἀγὼ μηδὲν ὑποπτεύσας πράξειν αὐτὸν πονηρὸν οὐκ ἐκώλυσα· πρὸς δὲ καὶ τοῖς τῆς Τιβεριάδος τὴν διοίκησιν ὑπʼ ἐμοῦ πεπιστευμένοις κατʼ ὄνομα γράφω κατάλυσιν ἑτοιμάσαι τῷ Ἰωάννῃ καὶ τοῖς ἀφιξομένοις σὺν αὐτῷ πάντων τε [τῶν ἐπιτηδείων] ἀφθονίαν παρασχεῖν. διέτριβον δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐν κώμῃ τῆς Γαλιλαίας, ἣ προσαγορεύεται Κανά.
87 Ὁ δʼ Ἰωάννης ἀφικόμενος εἰς τὴν Τιβεριέων πόλιν ἔπειθε τοὺς ἀνθρώπους ἀποστάντας τῆς πρός με πίστεως προστίθεσθαι αὐτῷ. καὶ πολλοὶ τὴν παράκλησιν ἡδέως ἐδέξαντο νεωτέρων ἐπιθυμοῦντες αἰεὶ πραγμάτων καὶ φύσει πρὸς μεταβολὰς ἐπιτηδείως ἔχοντες καὶ στάσεσι χαίροντες.
88 μάλιστα δὲ Ἰοῦστος καὶ ὁ πατὴρ αὐτοῦ Πιστὸς ὡρμήκεσαν ἀποστάντες ἐμοῦ προσθέσθαι τῷ Ἰωάννῃ.
89 διεκώλυσα δʼ αὐτοὺς φθάσας· ἧκεν γὰρ ἄγγελός μοι παρὰ Σίλα, ὃν ἐγὼ καθεστάκειν τῆς Τιβεριάδος στρατηγόν, ὡς προεῖπον, τὴν τῶν Τιβεριέων γνώμην ἀπαγγέλλων κἀμὲ σπεύδειν παρακαλῶν· βραδύναντος γὰρ ὑπὸ τὴν ἑτέρων ἐξουσίαν γενέσθαι τὴν πόλιν.
90 ἐντυχὼν οὖν τοῖς γράμμασι τοῦ Σίλα καὶ διακοσίους ἀναλαβὼν ἄνδρας διʼ ὅλης τῆς νυκτὸς τὴν πορείαν ἐποιούμην, προπέμψας ἄγγελον τὸν τὴν ἐμὴν παρουσίαν τοῖς ἐν τῇ Τιβεριάδι σημανοῦντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme