91
πρωῒ δὲ πλησιάζοντος ἐμοῦ τῇ πόλει τὸ πλῆθος ὑπηντίαζεν καὶ Ἰωάννης σὺν αὐτοῖς, καὶ πάνυ με τεταραγμένως ἀσπασάμενος, δείσας μὴ εἰς ἔλεγχον αὐτοῦ τῆς πράξεως ἀφικομένης ἀπολέσθαι κινδυνεύσῃ, ὑπεχώρησε μετὰ σπουδῆς εἰς τὴν ἑαυτοῦ κατάλυσιν.
92
κἀγὼ δὲ γενόμενος κατὰ τὸ στάδιον τοὺς περὶ ἐμὲ σωματοφύλακας ἀπολύσας πλὴν ἑνὸς καὶ μετὰ τούτου κατασχὼν δέκα τῶν ὁπλιτῶν δημηγορεῖν ἐπειρώμην τῷ πλήθει τῶν Τιβεριέων στὰς ἐπὶ τριγχοῦ τινος ὑψηλοῦ, παρεκάλουν τε μὴ οὕτως αὐτοὺς ταχέως ἀφίστασθαι·
93
κατάγνωσιν γὰρ αὐτοῖς οἴσειν τὴν μεταβολήν, καὶ τῷ μετὰ ταῦτα προϊσταμένῳ διʼ ὑποψίας γενήσεσθαι δικαίας, ὡς μηδὲ τὴν πρὸς ἐκεῖνον πίστιν φυλαξόντων.
94
Οὔπω δέ μοι πάντα λελάλητο, καί τινος ἐξήκουσα τῶν οἰκείων καταβαίνειν κελεύοντος· οὐ γάρ μοι καιρὸν εἶναι φροντίζειν τῆς παρὰ Τιβεριέων εὐνοίας, ἀλλὰ περὶ τῆς ἰδίας σωτηρίας καὶ πῶς τοὺς ἐχθροὺς φύγω.
95
πεπόμφει δʼ ὁ Ἰωάννης τῶν περὶ αὐτὸν ὁπλιτῶν ἐπιλέξας τοὺς πιστοτάτους ἐκ τῶν χιλίων, οἵπερ ἦσαν αὐτῷ, καὶ προσέταξεν τοῖς πεμφθεῖσιν ἀνελεῖν με πεπυσμένος ὡς εἴην μετὰ τῶν οἰκείων μεμονωμένος.
96
ἧκον δʼ οἱ πεμφθέντες, κἂν ἐπεπράχεισαν, εἰ μὴ τοῦ τριγχοῦ θᾶττον ἀφαλόμενος ἐγὼ μετὰ τοῦ σωματοφύλακος Ἰακώβου καὶ ὑπό τινος Τιβεριέως Ἡρώδου προσανακουφισθείς, ὁδηγηθεὶς ὑπὸ τούτου ἐπὶ τὴν λίμνην καὶ πλοίου λαβόμενος καὶ ἐπιβὰς παρὰ δόξαν τοὺς ἐχθροὺς διαφυγὼν εἰς Ταριχέας ἀφικόμην.
97
Οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ὡς ἐπύθοντο τὴν τῶν Τιβεριέων ἀπιστίαν, σφόδρα παρωξύνθησαν. ἁρπάσαντες οὖν τὰ ὅπλα παρεκάλουν σφᾶς ἄγειν ἐπʼ αὐτούς· θέλειν γὰρ ἔφασκον ὑπὲρ τοῦ στρατηγοῦ δίκας λαβεῖν παρʼ αὐτῶν.
98
διήγγελλον δὲ τὰ γεγονότα καὶ τοῖς κατὰ τὴν Γαλιλαίαν πᾶσαν ἐρεθίσαι καὶ τούτους κατὰ τῶν Τιβεριέων διὰ σπουδῆς ἔχοντες, παρεκάλουν τε πλείστους συναχθέντας ἀφικέσθαι πρὸς αὐτούς, ἵνα μετὰ γνώμης τοῦ στρατηγοῦ πράττωσιν τὸ δόξαν.