Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
106 ὁ δʼ ὑπακούσας αὐτῶν ταῖς ὑποσχέσεσιν ἠθέλησεν ἐπιπεσεῖν ἡμῖν ἀνετοίμοις καὶ μηδὲν προγινώσκουσιν. πέμψας γοῦν πρός με παρεκάλει λαβεῖν ἐξουσίαν ἀσπασόμενον ἀφικέσθαι. συγχωρήσαντος δέ μου, τῆς γὰρ ἐπιβουλῆς οὐδὲν προηπιστάμην, ἀναλαβὼν τὸ σύνταγμα τῶν λῃστῶν ἔσπευδεν ἐπʼ ἐμέ.
107 οὐ μὴν ἔφθασεν αὐτοῦ τέλος λαβεῖν ἡ κακουργία· πλησιάζοντος γὰρ ἤδη τῶν σὺν αὐτῷ τις αὐτομολήσας ἧκεν πρός με τὴν ἐπιχείρησιν αὐτοῦ φράζων, κἀγὼ πυθόμενος ταῦτα προῆλθον εἰς τὴν ἀγορὰν σκηψάμενος ἀγνοεῖν τὴν ἐπιβουλήν· ἐπηγόμην δὲ πολλοὺς ὁπλίτας Γαλιλαίους, τινὰς δὲ καὶ Τιβεριέων.
108 εἶτα προστάξας τὰς ὁδοὺς πάσας ἀσφαλέστατα φρουρεῖσθαι παρήγγειλα τοῖς ἐπὶ τῶν πυλῶν μόνον Ἰησοῦν, ἐπειδὰν παραγένηται, μετὰ τῶν πρώτων εἰσελθεῖν ἐᾶσαι, ἀποκλεῖσαι δὲ τοὺς ἄλλους, βιαζομένους δὲ τύπτειν.
109 τῶν δὲ τὸ προσταχθὲν ποιησάντων εἰσῆλθεν ὁ Ἰησοῦς μετʼ ὀλίγων. καὶ κελεύσαντος ἐμοῦ ῥῖψαι τὰ ὅπλα θᾶττον, εἰ γὰρ ἀπειθοίη τεθνήξεσθαι, περιεστῶτας ἰδὼν πανταχόθεν αὐτῷ τοὺς ὁπλίτας φοβηθεὶς ὑπήκουσεν· οἱ δʼ ἀποκλεισθέντες τῶν ἐπακολουθούντων αὐτῷ πυθόμενοι τὴν σύλληψιν ἔφυγον.
110 κἀγὼ τὸν Ἰησοῦν προσκαλεσάμενος κατʼ ἰδίαν οὐκ ἀγνοεῖν ἔφην τὴν ἐπʼ ἐμὲ συσκευασθεῖσαν ἐπιβουλὴν οὐδʼ ὑπὸ τίνων πεμφθείη, συγγνώσεσθαι δʼ ὅμως αὐτῷ τῶν πεπραγμένων, εἰ μέλλοι μετανοήσειν καὶ πιστὸς ἐμοὶ γενήσεσθαι.
111 ὑπισχνουμένου δὲ πάντα ποιήσειν ἐκείνου ἀπέλυσα συγχωρήσας αὐτῷ συναγαγεῖν πάλιν οὓς πρότερον εἶχεν. Σεπφωρίταις δʼ ἠπείλησα, εἰ μὴ παύσαιντο τῆς ἀγνωμοσύνης, λήψεσθαι παρʼ αὐτῶν δίκας.
112 Κατὰ τοῦτον τὸν καιρὸν ἀφικνοῦνται πρός με δύο μεγιστᾶνες τῶν ὑπὸ τὴν ἐξουσίαν τοῦ βασιλέως ἐκ τῆς τῶν Τραχωνιτῶν χώρας ἐπαγόμενοι τοὺς ἑαυτῶν ἵππους καὶ ὅπλα, χρήματα δʼ ὑποκομίζοντες.
113 τούτους περιτέμνεσθαι τῶν Ἰουδαίων ἀναγκαζόντων, εἰ θέλουσιν εἶναι παρʼ αὐτοῖς, οὐκ εἴασα βιασθῆναι, φάσκων δεῖν ἕκαστον κατὰ τὴν ἑαυτοῦ προαίρεσιν τὸν θεὸν εὐσεβεῖν, ἀλλὰ μὴ μετὰ βίας, χρῆναι δὲ τούτους διʼ ἀσφάλειαν πρὸς ἡμᾶς καταφυγόντας μὴ μετανοεῖν. πεισθέντος δὲ τοῦ πλήθους τοῖς ἥκουσιν ἀνδράσιν τὰ πρὸς τὴν συνήθη δίαιταν ἅπαντα παρεῖχον δαψιλῶς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme