121
ἦν δὲ Νεοπολιτανὸς ἴλης μὲν ἔπαρχος, παρειλήφει δὲ τὴν Σκυθόπολιν εἰς φυλακὴν τὴν ἀπὸ τῶν πολεμίων. τοῦτον οὖν κωλύσας ἐπὶ πλέον τὴν Τιβεριέων κακοῦν περὶ τὴν τῆς Γαλιλαίας πρόνοιαν ἐγινόμην.
122
Ὁ δὲ τοῦ Λευεῖ παῖς Ἰωάννης, ὃν ἔφαμεν ἐν τοῖς Γισχάλοις διατρίβειν, πυθόμενος πάντα κατὰ νοῦν μοι προχωρεῖν, καὶ διʼ εὐνοίας μὲν εἶναί με τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ διʼ ἐκπλήξεως, οὐκ εὖ τὴν γνώμην ἐτέθη, κατάλυσιν δʼ αὐτῷ τὴν ἐμὴν εὐπραγίαν φέρειν νομίζων εἰς φθόνον ἐξώκειλεν οὔτι μέτριον.
123
καὶ παύσειν με τῆς εὐτυχίας ἐλπίσας, εἰ παρὰ τῶν ὑπηκόων μῖσος ἐξάψειεν, ἔπειθεν τοὺς τὴν Τιβεριάδα κατοικοῦντας καὶ τοὺς τὴν Σέπφωριν [νομίζων] πρὸς τούτοις δὲ καὶ τοὺς Γάβαρα, πόλεις δʼ εἰσὶν αὗται τῶν κατὰ τὴν Γαλιλαίαν αἱ μέγισται, τῆς πρός με πίστεως ἀποστάντας αὐτῷ προστίθεσθαι· κρεῖττον γὰρ ἐμοῦ στρατηγήσειν αὐτῶν ἔφασκεν.
124
καὶ Σεπφωρεῖς μέν, οὐδετέρῳ γὰρ ἡμῶν προσεῖχον διὰ τὸ Ῥωμαίους ᾑρῆσθαι δεσπότας, οὐκ ἐπένευον αὐτῷ, Τιβεριεῖς δὲ τὴν μὲν ἀπόστασιν οὐκ ἐδέχοντο, αὐτοῦ δὲ συγκατένευον γενέσθαι φίλοι, οἱ δὲ Γάβαρα κατοικοῦντες προστίθενται τῷ Ἰωάννῃ· Σίμων δʼ ἦν ὁ παρακαλῶν αὐτούς, πρωτεύων μὲν τῆς πόλεως, ὡς φίλῳ δὲ καὶ ἑταίρῳ τῷ Ἰωάννῃ χρώμενος.
125
ἐκ μὲν οὖν τοῦ φανεροῦ τὴν ἀπόστασιν οὐχ ὡμολόγουν· σφόδρα γὰρ ἐδεδοίκεσαν τοὺς Γαλιλαίους ἅτε δὴ πεῖραν αὐτῶν τῆς πρὸς ἡμᾶς πολλάκις εὐνοίας λαβόντες· ἐκ τοῦ λεληθότος δὲ καιρὸν παραφυλάσσοντες ἐπιτήδειον ἐπεβούλευον, καὶ δὴ ἀφικόμην εἰς κίνδυνον τὸν μέγιστον διὰ τοιαύτην αἰτίαν.
126
Νεανίσκοι τινὲς θρασεῖς Δαβαριττηνοὶ γένος ἐπιτηρήσαντες τὴν Πτολεμαίου γυναῖκα τοῦ βασιλέως ἐπιτρόπου μετὰ πολλῆς παρασκευῆς καί τινων ἱππέων ἀσφαλείας χάριν ἑπομένων διὰ τοῦ μεγάλου πεδίου τὴν πορείαν ποιουμένην ἐκ τῆς τοῖς βασιλεῦσιν ὑποτελοῦς χώρας εἰς τὴν Ῥωμαίων ἐπικράτειαν, ἐπιπίπτουσιν αὐτοῖς ἄφνω.
127
καὶ τὴν μὲν γυναῖκα φυγεῖν ἠνάγκασαν, ὅσα δʼ ἐπεφέρετο πάντα διήρπασαν, καὶ ἧκον εἰς Ταριχέας πρός με τέσσαρας ἡμιόνους καταφόρτους ἄγοντες ἐσθῆτος καὶ σκευῶν· ἦν δὲ καὶ ἀργυρίου σταθμὸς οὐκ ὀλίγος καὶ χρυσοῖ πεντακόσιοι.