143
δαπανωμένων εἰς τὴν οἰκοδομίαν αὐτῶν. πρὸς ταῦτα παρὰ μὲν τῶν Ταριχεωτῶν καὶ ξένων ἐγείρεται φωνὴ χάριν ἔχειν ὁμολογούντων καὶ θαρρεῖν προτρεπομένων, Γαλιλαῖοι δὲ καὶ Τιβεριεῖς τοῖς θυμοῖς ἐπέμενον, καὶ γίνεται στάσις πρὸς ἀλλήλους τῶν μὲν κολάσειν ἀπειλούντων με τῶν δὲ καταφρονεῖν.
144
ἐπεὶ δʼ ἐπηγγειλάμην καὶ Τιβεριάδι κατασκευάσειν τείχη καὶ ταῖς ἄλλαις πόλεσιν αὐτῶν ταῖς ἀναγκαίαις, πιστεύσαντες ὑπεχώρουν ἕκαστος εἰς τὴν ἑαυτοῦ. κἀγὼ παρὰ πᾶσαν ἐλπίδα διαφυγὼν τὸν προειρημένον κίνδυνον μετὰ τῶν φίλων καὶ ὁπλιτῶν εἴκοσιν εἰς τὴν οἰκίαν ὑπέστρεψα.
145
Πάλιν δʼ οἱ λῃσταὶ καὶ τῆς στάσεως αἴτιοι δείσαντες περὶ ἑαυτῶν, μὴ δίκας εἰσπραχθῶσιν ὑπʼ ἐμοῦ τῶν πεπραγμένων, ἀναλαβόντες ἑξακοσίους ὁπλίτας ἧκον ἐπὶ τὴν οἰκίαν ἔνθα διέτριβον ἐμπρήσοντες αὐτήν.
146
ἀπαγγελθείσης δέ μοι τῆς ἐφόδου φεύγειν μὲν ἀπρεπὲς ἡγησάμην, ἔκρινα δὲ παραβαλόμενος χρήσασθαί τι καὶ τόλμῃ. προστάξας οὖν ἀποκλεῖσαι τῆς οἰκίας τὰς θύρας αὐτὸς ἐπὶ τὸ ὑπερῷον ἀναβὰς παρεκάλουν εἰσπέμψαι τινὰς ληψομένους τὰ χρήματα· παύσεσθαι γὰρ οὕτως τῆς ὀργῆς αὐτοὺς ἔφην.
147
εἰσπεμψάντων δὲ τὸν θρασύτατον αὐτῶν μάστιξιν αἰκισάμενος τὴν ἑτέραν τε τῶν χειρῶν ἀποκόψαι κελεύσας καὶ κρεμάσαι ἐκ τοῦ τραχήλου τοιοῦτον ἐξέβαλον πρὸς τοὺς ἐξαποστείλαντας.
148
τοὺς δʼ ἔλαβεν ἔκπληξις καὶ φόβος οὔτι μέτριος. δείσαντες οὖν καὶ αὐτοὶ ταὐτὰ πείσεσθαι, εἰ μένοιεν, εἴκαζον γὰρ ἔνδον ἔχειν με πλείους αὐτῶν, εἰς φυγὴν ὥρμησαν. κἀγὼ τοιούτῳ στρατηγήματι χρησάμενος τὴν δευτέραν ἐπιβουλὴν διέφυγον.
149
Πάλιν δὲ τὸν ὄχλον τινὲς ἠρέθιζον τοὺς ἀφικομένους πρός με βασιλικοὺς μεγιστᾶνας οὐκ ὀφείλειν ζῆν λέγοντες μὴ μεταβῆναι θέλοντας εἰς τὰ παρʼ αὐτοῖς ἔθη, πρὸς οὓς σωθησόμενοι πάρεισι· διέβαλλόν τε φαρμακέας εἶναι λέγοντες τοὺς Ῥωμαίους παραγενέσθαι. ταχὺ δὲ τὸ πλῆθος ἐπείθετο ταῖς τῶν λεγομένων πρὸς χάριν αὐτοῖς πιθανότησιν ἀπατώμενοι.