Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
150 πυθόμενος δὲ περὶ τούτων ἐγὼ πάλιν τὸν δῆμον ἀνεδίδασκον μὴ δεῖν διώκεσθαι τοὺς καταφυγόντας πρὸς αὐτούς· τὸν δὲ φλύαρον τῆς περὶ τῶν φαρμάκων αἰτίας διέσυρον, οὐκ ἂν τοσαύτας μυριάδας στρατιωτῶν Ῥωμαίους λέγων τρέφειν, εἰ διὰ φαρμάκων ἦν νικᾶν τοὺς πολεμίους.
151 ταῦτα λέγοντος ἐμοῦ πρὸς ὀλίγον μὲν ἐπείθοντο, πάλιν δʼ ἀναχωρήσαντες ὑπὸ τῶν πονηρῶν ἐξηρεθίζοντο κατὰ τῶν μεγιστάνων, καί ποτε μεθʼ ὅπλων ἐπὶ τὴν οἰκίαν αὐτῶν τὴν ἐν Ταριχέᾳ ἀπῆλθον ὡς ἀναιρήσοντες.
152 ἔδεισα δʼ ἐγὼ πυθόμενος, μὴ τοῦ μύσους τέλος λαβόντος ἀνεπίβατος γένηται τοῖς καταφυγεῖν εἰς αὐτὴν θέλουσιν.
153 παρεγενόμην οὖν εἰς τὴν τῶν μεγιστάνων οἰκίαν μετά τινων ἑτέρων, καὶ κλείσας διώρυγά τε ποιήσας ἀπʼ αὐτῆς ἐπὶ τὴν λίμνην ἄγουσαν μεταπεμψάμενός τε πλοῖον καὶ σὺν αὐτοῖς ἐμβὰς ἐπὶ τὴν μεθόριον τῶν Ἱππηνῶν διεπέρασα, καὶ δοὺς αὐτοῖς τὴν τιμὴν τῶν ἵππων, οὐ γὰρ ἠδυνήθην αὐτοὺς ἐπαγαγέσθαι τοιαύτης γενομένης τῆς ἀποδράσεως, ἀπέλυσα πολλὰ παρακαλέσας τὴν προσπεσοῦσαν ἀνάγκην γενναίως ἐνεγκεῖν.
154 αὐτός τε μεγάλως ἠχθόμην βιασθεὶς τοὺς προσφυγόντας ἐκθεῖναι πάλιν εἰς τὴν πολεμίαν, ἄμεινον δὲ νομίσας παρὰ Ῥωμαίοις ἀποθανεῖν αὐτούς, εἰ συμπέσοι, μᾶλλον ἢ κατὰ τὴν ἐμὴν χώραν. οἱ δʼ ἄρα διεσώθησαν· συνεχώρησεν γὰρ αὐτοῖς βασιλεὺς Ἀγρίππας τὰ ἡμαρτημένα. καὶ τὰ μὲν περὶ ἐκείνους τοῦτʼ ἔσχε τὸ τέλος.
155 Οἱ δὲ τὴν τῶν Τιβεριέων πόλιν κατοικοῦντες γράφουσιν πρὸς τὸν βασιλέα παρακαλοῦντες πέμψαι δύναμιν τὴν φυλάξουσαν αὐτῶν τὴν χώραν· θέλειν γὰρ αὐτῷ προστίθεσθαι. κἀκείνῳ μὲν ταῦτʼ ἔγραφον.
156 ἀφικόμενον δέ με πρὸς αὐτοὺς παρεκάλουν τὰ τείχη κατασκευάζειν αὐτοῖς, ὡς ὑπεσχήμην· ἠκηκόεισαν δὲ τὰς Ταριχέας ἤδη τετειχίσθαι. κατανεύσας οὖν ἐγὼ καὶ πάντα τὰ πρὸς τὴν οἰκοδομίαν παρασκευασάμενος τοὺς ἀρχιτέκτονας ἐκέλευον ἐνεργεῖν.
157 μετὰ δὲ τρίτην ἡμέραν εἰς Ταριχέας ἀπερχομένου μου τῆς Τιβεριάδος ἀπεχούσας στάδια τριάκοντα, συνέβη τινὰς Ῥωμαίων ἱππεῖς οὐ πόρρωθεν τῆς πόλεως ὁδοιποροῦντας ὀφθῆναι, οἳ δόξαν παρέσχον τὴν παρὰ τοῦ βασιλέως δύναμιν ἥκειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme