229
καὶ οἱ μὲν ἐπορεύθησαν. οἱ δὲ περὶ τὸν Ἰωνάθην τῆς πρώτης πείρας ἁμαρτόντες ἑτέραν ἐπιστολήν μοι τοιαύτην ἔπεμψαν· Ἰωνάθης καὶ οἱ σὺν αὐτῷ Ἰωσήπῳ χαίρειν. παραγγέλλομέν σοι χωρὶς ὁπλιτῶν εἰς τρίτην παραγενέσθαι πρὸς ἡμᾶς εἰς Γαβαρὼθ κώμην, ἵνα διακούσωμεν τῶν πρὸς Ἰωάννην ἐγκλημάτων σοι γεγονότων. ταῦτα γράψαντες καὶ ἀσπασάμενοι τοὺς Γαλιλαίους,
230
οὓς πεπόμφειν, ἀφίκοντο εἰς Ἰαφὰν κώμην μεγίστην οὖσαν τῶν ἐν τῇ Γαλιλαίᾳ, τείχεσιν ὀχυρωτάτην καὶ πολλῶν οἰκητόρων μεστήν. ὑπηντίαζεν δὲ τὸ πλῆθος αὐτοὺς μετὰ γυναικῶν καὶ τέκνων καὶ κατεβόων κελεύοντες ἀπιέναι καὶ μὴ φθονεῖν αὐτοῖς ἀγαθοῦ τοῦ στρατηγοῦ.
231
παρηρεθίζοντο δὲ ταῖς φωναῖς οἱ περὶ τὸν Ἰωνάθην, καὶ φανεροῦν μὲν τὴν ὀργὴν οὐκ ἐτόλμων, οὐκ ἀξιώσαντες δʼ αὐτοὺς ἀποκρίσεως εἰς τὰς ἄλλας κώμας ἐπορεύοντο. ὅμοιαι δʼ ὑπήντων αὐτοῖς παρὰ πάντων αἱ καταβοήσεις μεταπείσειν αὐτοὺς βοώντων οὐδένα περὶ τοῦ μὴ στρατηγὸν ἔχειν Ἰώσηπον.
232
ἄπρακτοι δὲ παρὰ τούτων ἀπελθόντες οἱ περὶ τὸν Ἰωνάθην εἰς Σέπφωριν μεγίστην τῶν ἐν τῇ Γαλιλαίᾳ πόλιν ἀφικνοῦνται. οἱ δʼ ἐντεῦθεν ἄνθρωποι πρὸς Ῥωμαίους ταῖς γνώμαις ἀποβλέποντες, ἐκείνοις μὲν ὑπήντων, ἐμὲ δὲ οὔτε ἐπῄνουν οὔτʼ ἐβλασφήμουν.
233
παρὰ δὲ Σεπφωριτῶν εἰς Ἀσωχὶν καταβάντες οἱ ἐντεῦθεν παραπλησίως τοῖς Ἰαφηνοῖς κατεβόων αὐτῶν. οἱ δὲ τὴν ὀργὴν οὐκέτι κατασχόντες κελεύουσιν τοῖς μετʼ αὐτῶν ὁπλίταις τύπτειν ξύλοις τοὺς καταβοῶντας. κατὰ Γάβαρα δὲ γενομένους ὑπαντιάζει μετὰ τρισχιλίων ὁπλιτῶν ὁ Ἰωάννης.
234
ἐγὼ δʼ ἐκ τῆς ἐπιστολῆς ἤδη συνεικώς, ὅτι διεγνώκασι πρός με πολεμεῖν, ἀναστὰς ἀπὸ Χαβώλων μετὰ τρισχιλίων ὁπλιτῶν, καταλιπὼν ἐν τῷ στρατοπέδῳ τὸν πιστότατον τῶν φίλων εἰς Ἰωτάπατα παρεγενόμην πλησίον αὐτῶν εἶναι βουλόμενος ὅσον ἀπὸ τεσσαράκοντα σταδίων, καὶ γράφω πρὸς αὐτοὺς τάδε·
235
εἰ πάντως με πρὸς ὑμᾶς ἐλθεῖν βούλεσθε, διακόσιαι καὶ τέσσαρες κατὰ τὴν Γαλιλαίαν εἰσὶν πόλεις καὶ κῶμαι. τούτων εἰς ἣν θελήσετε παραγενήσομαι χωρὶς Γαβάρων καὶ Γισχάλων· ἡ μὲν γὰρ πατρίς ἐστιν Ἰωάννου, ἡ δὲ σύμμαχος αὐτῷ καὶ φίλη.