Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
243 τῇ δʼ ἐπιούσῃ περὶ πέμπτην ὥραν ἐν Γαβαρὼθ γενόμενος εὑρίσκω πᾶν τὸ πεδίον τὸ πρὸ τῆς κώμης ὁπλιτῶν πλῆρες τῶν ἐκ τῆς Γαλιλαίας ἐπὶ τὴν συμμαχίαν παρόντων, ὡς αὐτοῖς παρηγγέλκειν· πολὺς δὲ καὶ ἄλλος ἐκ τῶν κωμῶν ὄχλος συνέτρεχεν.
244 ἐπεὶ δὲ καταστὰς εἰς αὐτοὺς λέγειν ἠρξάμην, ἐβόων ἅπαντες εὐεργέτην καὶ σωτῆρα τῆς χώρας αὐτῶν καλοῦντες. κἀγὼ χάριν αὐτοῖς ἔχειν ὁμολογήσας συνεβούλευον πρὸς μηδένα μήτε πολεμεῖν μήτε ἁρπαγῇ μολύνειν τὰς χεῖρας, ἀλλὰ σκηνοῦν κατὰ τὸ πεδίον ἀρκουμένους τοῖς ἑαυτῶν ἐφοδίοις· θέλειν γὰρ ἔφασκον τὰς ταραχὰς χωρὶς φόνων καταστεῖλαι.
245 συνέβη δʼ αὐθημερὸν εἰς τὰς ὑπʼ ἐμοῦ κατασταθείσας τῶν ὁδῶν φυλακὰς τοὺς παρὰ τοῦ Ἰωνάθου πεμφθέντας μετὰ τῶν ἐπιστολῶν ἐμπεσεῖν. καὶ οἱ μὲν ἄνδρες ἐφυλάχθησαν ἐπὶ τῶν τόπων, ὡς παρήγγειλα, τοῖς δὲ γράμμασιν ἐντυχὼν πλήρεσι βλασφημιῶν καὶ ψευσμάτων, οὐδενὶ ταῦτα φράσας ὁρμᾶν ἐπʼ αὐτοὺς διενοούμην.
246 Ἀκούσαντες δὲ οἱ περὶ τὸν Ἰωνάθην περὶ τῆς ἐμῆς ἀφίξεως τοὺς ἰδίους πάντας ἀναλαβόντες καὶ τὸν Ἰωάννην ὑπεχώρησαν εἰς τὴν Ἰησοῦ οἰκίαν· βᾶρις δʼ ἦν αὕτη μεγάλη καὶ οὐδὲν ἀκροπόλεως ἀποδέουσα. κρύψαντες οὖν λόχον ὁπλιτῶν ἐν αὐτῇ καὶ τὰς ἄλλας ἀποκλείσαντες θύρας, μίαν δὲ ἀνοίξαντες, προσεδόκων ἥκειν ἐκ τῆς ὁδοῦ με πρὸς αὐτοὺς ἀσπασόμενον.
247 καὶ δὴ διδόασιν ἐντολὰς τοῖς ὁπλίταις, ἐπειδὰν παραγένωμαι, μόνον εἰσελθεῖν ἐᾶσαι τοὺς ἄλλους ἀπείρξαντας· οὕτως γὰρ ᾤοντό με γενήσεσθαι ῥᾳδίως αὐτοῖς ὑποχείριον.
248 ἐψεύσθησαν δὲ τῆς ἐλπίδος· ἐγὼ γὰρ τὴν ἐπιβουλὴν προαισθόμενος, ὡς ἐκ τῆς ὁδοῦ παρεγενόμην καταλύσας ἄντικρυς αὐτῶν καθεύδειν ἐσκηπτόμην.
249 καὶ οἱ περὶ τὸν Ἰωνάθην ὑπολαμβάνοντες ὄντως ἀναπαύεσθαί με καθυπνωμένον ὥρμησαν καταβάντες εἰς τὸ πλῆθος μεταπείθειν αὐτοὺς ὡς ἐμοῦ κακῶς στρατηγοῦντος.
250 τἀναντία δὲ αὐτοῖς συνέπεσεν· ὀφθέντων γὰρ εὐθὺς ἐγένετο βοὴ παρὰ τῶν Γαλιλαίων πρὸς ἐμὲ τὸν στρατηγὸν εὐνοίας ἀξία, κατάμεμψίν τε ἐποιοῦντο τῶν περὶ τὸν Ἰωνάθην, ὅτι πάρεισιν οὐδὲν μὲν αὐτοὶ κακὸν προπεπονθότες, ἀνατρέψοντες δὲ τὰ ἐκείνων πράγματα, καὶ παρεκελεύοντο ἀπιέναι· μὴ γὰρ ἄν ποτε μεταπεισθῆναι προστάτην ἕτερον ἀντʼ ἐμοῦ λαβεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme