Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
251 τούτων ἀπαγγελθέντων μοι προελθεῖν εἰς μέσους οὐκ ὤκνησα. κατέβαινον οὖν εὐθέως, αὐτὸς τί λέγουσιν οἱ περὶ τὸν Ἰωνάθην ἀκουσόμενος. προελθόντος δέ μου κρότος παρὰ παντὸς τοῦ πλήθους εὐθὺς ἦν καὶ μετʼ εὐφημιῶν ἐπιβοήσεις χάριν ἔχειν ὁμολογούντων τῇ ʼμῇ στρατηγίᾳ.
252 Ταῦτα δʼ οἱ περὶ τὸν Ἰωνάθην ἀκούοντες ἐφοβήθησαν, μὴ καὶ κινδυνεύσωσιν ἀποθανεῖν ἐπʼ αὐτοὺς ὁρμησάντων τῶν Γαλιλαίων κατὰ τὴν πρὸς ἐμὲ χάριν· δρασμὸν οὖν ἐπενόουν. μὴ δυνηθέντες δὲ ἀπελθεῖν, προσμεῖναι γὰρ αὐτοὺς ἠξίωσα, κατηφεῖς ἐστησάμενοι τῷ λόγῳ.
253 προστάξας οὖν τῷ μὲν πλήθει τὰς εὐφημίας ἐπισχεῖν, καὶ τῶν ὁπλιτῶν τοὺς πιστοτάτους ταῖς ὁδοῖς ἐπιστήσας ὑπὲρ τοῦ φρουρεῖν, μὴ ἀπροσδοκήτως ἡμῖν ὁ Ἰωάννης ἐπιπέσῃ, παραινέσας δὲ καὶ τοῖς Γαλιλαίοις ἀναλαβεῖν τὰ ὅπλα, μὴ πρὸς τὴν ἔφοδον τῶν πολεμίων, ἐὰν γένηταί τις αἰφνίδιος ταραχθῶσιν, πρῶτον τῆς ἐπιστολῆς τοὺς περὶ τὸν Ἰωνάθην ὑπεμίμνησκον,
254 ὃν τρόπον γράψειαν ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πεπέμφθαι διαλύσοντές μου τὰς πρὸς τὸν Ἰωάννην φιλονεικίας, ὡς παρακαλέσειάν τέ με πρὸς αὐτοὺς ἀφικέσθαι.
255 καὶ ταῦτα διεξιὼν τὴν ἐπιστολὴν εἰς μέσους προύτεινον, ἵνα μηδὲν ἀρνήσασθαι δυνηθῶσιν ἐλεγχόντων αὐτοὺς τῶν γραμμάτων.
256 καὶ μήν, ἔφην, Ἰωνάθη ὑμεῖς τε οἱ συμπρέσβεις, εἰ πρὸς Ἰωάννην κρινόμενος ὑπὲρ τοῦ παραστῆσαι τὸν ἐμαυτοῦ βίον δύο τινὰς ἢ τρεῖς μάρτυρας καλοὺς κἀγαθοὺς ἤγαγον, δῆλον ὡς ἀνάγκην ἂν εἴχετε προεξετάσαντες καὶ τοὺς τούτων βίους ἀπαλλάξαι με τῶν ἐγκλημάτων.
257 ἵνʼ οὖν γνῶτε καλῶς πεπρᾶχθαί μοι τὰ κατὰ τὴν Γαλιλαίαν, τρεῖς μὲν μάρτυρας ὀλίγους εἶναι νομίζω τῷ καλῶς βεβιωκότι, τούτους δὲ πάντας ὑμῖν δίδωμι.
258 παρὰ τούτων οὖν πύθεσθε, τίνα τρόπον ἐβίωσα, εἰ μετὰ πάσης σεμνότητος καὶ πάσης ἀρετῆς ἐνθάδε πεπολίτευμαι. καὶ δὴ ὁρκίζω ὑμᾶς, ὦ Γαλιλαῖοι, μηδὲν ἐπικρύψασθαι τῆς ἀληθείας, λέγειν δʼ ἐπὶ τούτων ὡς δικαστῶν, εἴ τι μὴ καλῶς πέπρακται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme