Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
280 εὐθὺς δέ μοι τούτων ἀπαγγελθέντων πρωῒ διέγνων εἰς τὴν Τιβεριέων πόλιν ἀφικέσθαι, καὶ τῇ ἐπιούσῃ περὶ τὴν ὥραν ἧκον ἀπὸ τῶν Ταριχεῶν, καταλαμβάνω δὲ συναγόμενον ἤδη τὸ πλῆθος εἰς τὴν προσευχήν· ἐφʼ ὅ τι δʼ ἦν αὐτοῖς ἡ σύνοδος οὐκ ἐγίνωσκον οἱ συλλεγόμενοι.
281 οἱ δὲ περὶ τὸν Ἰωνάθην ἀπροσδοκήτως θεασάμενοί με παρόντα διεταράχθησαν. εἶτʼ ἐπινοοῦσιν διαδοῦναι λόγον, ὅτι Ῥωμαίων ἱππεῖς ἐν τῇ μεθορίῳ πόρρω τριάκοντα σταδίων ἀπὸ τῆς πόλεως κατὰ τόπον λεγόμενον Ὁμόνοιαν εἰσὶν ἑωραμένοι.
282 καὶ προσαγγελθέντων τούτων ἐξ ὑποβολῆς παρεκάλουν οἱ περὶ τὸν Ἰωνάθην μὴ περιιδεῖν ὑπὸ τῶν πολεμίων λεηλατουμένην αὐτῶν τὴν γῆν. ταῦτα δʼ ἔλεγον διʼ ἐννοίας ἔχοντες ἐμὲ προφάσει τῆς κατεπειγούσης βοηθείας μεταστήσαντες αὐτοὶ τὴν πόλιν ἐχθράν μοι κατασκευάσαι.
283 Ἐγὼ δὲ καίπερ εἰδὼς αὐτῶν τὸ ἐνθύμημα ὅμως ὑπήκουσα, μὴ δόξαν παράσχω τοῖς Τιβεριεῦσιν οὐ προνοούμενος αὐτῶν τῆς ἀσφαλείας. ἐξῆλθον οὖν, καὶ γενόμενος κατὰ τὸν τόπον, ὡς οὐδʼ ἴχνος πολεμίων εὗρον,
284 ὑποστρέφω συντόνως ὁδεύσας, καὶ καταλαμβάνω τήν τε βουλὴν πᾶσαν συνεληλυθυῖαν καὶ τὸν δημοτικὸν ὄχλον ποιουμένους τε πολλὴν κατηγορίαν μου τοὺς περὶ τὸν Ἰωνάθην, ὡς τοῦ μὲν τὸν πόλεμον ἐπελαφρύνειν αὐτοῖς ἀμελοῦντος, ἐν τρυφαῖς δὲ διάγοντος.
285 ταῦτα δὲ λέγοντες προύφερον ἐπιστολὰς τέσσαρας ὡς ἀπὸ τῶν ἐν τῇ μεθορίᾳ τῆς Γαλιλαίας γεγραμμένας πρὸς αὐτοὺς ἐπὶ βοήθειαν ἥκειν παρακαλούντων, Ῥωμαίων γὰρ δύναμιν μέλλειν ἱππέων τε καὶ πεζῶν εἰς τρίτην ἡμέραν τὴν χώραν αὐτῶν λεηλατεῖν, ἐπισπεύδειν τε καὶ μὴ περιοφθῆναι δεομένων.
286 ταῦτʼ ἀκούσαντες οἱ Τιβεριεῖς λέγειν ἀληθῆ δόξαντες αὐτοὺς καταβοήσεις ἐποιοῦντο, μὴ καθέζεσθαί με δεῖν λέγοντες, ἀλλʼ ἀπελθεῖν ἐπικουρήσοντα τοῖς ὁμοεθνέσιν αὐτῶν.
287 πρὸς ταῦτʼ ἐγώ, συνῆκα γὰρ τὴν ἐπίνοιαν τῶν περὶ τὸν Ἰωνάθην, ὑπακούσεσθαι μὲν ἔφην ἑτοίμως καὶ χωρὶς ἀναβολῆς ὁρμήσειν πρὸς τὸν πόλεμον ἐπηγγειλάμην, συνεβούλευον δʼ ὅμως, ἐπεὶ τὰ γράμματα κατὰ τέσσαρας τόπους Ῥωμαίους σημαίνει προσβαλεῖν, εἰς πέντε μοίρας διελόντας τὴν δύναμιν ἑκάστῃ τούτων ἐπιστῆσαι τοὺς περὶ τὸν Ἰωνάθην καὶ τοὺς ἑταίρους αὐτοῦ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme