288
πρέπειν γὰρ ἀνδράσιν ἀγαθοῖς μὴ μόνον συμβουλεύειν, ἀλλὰ χρείας ἐπειγούσης ἡγουμένους βοηθεῖν· ἐγὼ γὰρ πλὴν μιᾶς μοίρας οὐκ ἔφην ἀφηγεῖσθαι δυνατὸς εἶναι.
289
σφόδρα τῷ πλήθει συνήρεσεν ἡ ʼμὴ συμβουλία· κἀκείνους οὖν ἠνάγκαζον ἐπὶ τὸν πόλεμον ἐξιέναι. τοῖς δʼ οὔτι μετρίως συνεχύθησαν αἱ γνῶμαι μὴ κατεργασαμένοις ἃ διενοήθησαν ἐμοῦ τοῖς ἐπιχειρήμασιν αὐτῶν ἀντιστρατηγήσαντος.
290
Εἷς δέ τις ἐξ αὐτῶν Ἀνανίας τοὔνομα, πονηρὸς ἀνὴρ καὶ κακοῦργος, εἰσηγεῖτο τοῖς πλήθεσι πανδημεὶ νηστείαν εἰς τὴν ἐπιοῦσαν τῷ θεῷ προθέσθαι καὶ κατὰ τὴν αὐτὴν ὥραν ἐκέλευεν εἰς τὸν αὐτὸν τόπον ἀνόπλους παρεῖναι τῷ θεῷ φανερὸν ποιήσοντας, ὅτι μὴ τῆς παρʼ ἐκείνου τυγχάνοντες βοηθείας πᾶν ὅπλον ἄχρηστον εἶναι νομίζουσιν.
291
ταῦτα δʼ ἔλεγεν οὐ διʼ εὐσέβειαν, ἀλλʼ ὑπὲρ τοῦ λαβεῖν ἄνοπλόν με καὶ τοὺς ἐμούς. κἀγὼ διʼ ἀνάγκην ὑπήκουον, μὴ δόξω καταφρονεῖν τῆς περὶ τὴν εὐσέβειαν ὑποθήκης.
292
ὡς οὖν ἀνεχωρήσαμεν ἐπὶ τὰ ἑαυτῶν, οἱ μὲν περὶ τὸν Ἰωνάθην γράφουσι τῷ Ἰωάννῃ πρὸς αὐτοὺς ἕωθεν ἀφικέσθαι κελεύοντες μεθʼ ὅσων ἂν στρατιωτῶν δυνηθῇ· λήψεσθαι γὰρ εὖ ἐμὲ ὑποχείριον καὶ ποιήσειν ὅπερ ἔχει διʼ εὐχῆς. δεξάμενος δὲ τὴν ἐπιστολὴν ἐκεῖνος ὑπακούειν ἔμελλεν.
293
ἐγὼ δὲ τῆς ἐπιούσης ἡμέρας δύο τῶν περὶ ἐμὲ σωματοφυλάκων τοὺς κατʼ ἀνδρείαν δοκιμωτάτους καὶ κατὰ πίστιν βεβαίους κελεύω ξιφίδια κρύψαντας ὑπὸ τὰς ἐσθῆτας ἐμοὶ συμπροελθεῖν, ἵνʼ εἰ γένοιτο παρὰ τῶν ἐχθρῶν ἐπίθεσις ἀμυνώμεθα. θώρακα δʼ ἔλαβον αὐτὸς καὶ μάχαιραν ὑπεζωσάμην ὡς οἷόν τʼ ἦν ἀφανέστατα καὶ ἦλθον εἰς τὴν προσευχήν.
294
Τοὺς μὲν οὖν σὺν ἐμοὶ πάντας ἐκκλεῖσαι προσέταξεν Ἰησοῦς ὁ ἄρχων, αὐτὸς γὰρ ταῖς θύραις ἐφειστήκει, μόνον δʼ ἐμὲ μετὰ τῶν φίλων εἰσελθεῖν εἴασεν.
295
ἤδη δʼ ἡμῶν τὰ νόμιμα ποιούντων καὶ πρὸς εὐχὰς τραπομένων ἀναστὰς Ἰησοῦς περὶ τῶν ληφθέντων ἐκ τοῦ ἐμπρησμοῦ τῆς βασιλικῆς αὐλῆς σκευῶν τοῦ ἀσήμου ἀργυρίου ἐπυνθάνετό μου, παρὰ τίνι τυγχάνει κείμενα. ταῦτα δʼ ἔλεγεν διατρίβειν τὸν χρόνον βουλόμενος, ἕως ἂν ὁ Ἰωάννης παραγένηται.