Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
24 Ὁ δʼ ἐπελθὼν καὶ συμβαλὼν μάχῃ ἐνικήθη πολλῶν τῶν μετʼ αὐτοῦ πεσόντων. καὶ γίνεται τὸ Κεστίου πταῖσμα συμφορὰ τοῦ σύμπαντος ἡμῶν ἔθνους· ἐπήρθησαν γὰρ ἐπὶ τούτῳ μᾶλλον οἱ τὸν πόλεμον ἀγαπήσαντες καὶ νικήσαντες τοὺς Ῥωμαίους εἰς τέλος ἤλπισαν προσγενομένης καὶ ἑτέρας τινὸς τοιαύτης αἰτίας·
25 οἱ τὰς πέριξ τῆς Συρίας πόλεις κατοικοῦντες τοὺς παρʼ ἑαυτοῖς Ἰουδαίους συλλαμβάνοντες σὺν γυναιξὶ καὶ τέκνοις ἀνῄρουν οὐδεμίαν αὐτοῖς αἰτίαν ἐπικαλεῖν ἔχοντες· οὔτε γὰρ ἐπὶ Ῥωμαίων ἀποστάσει νεώτερόν τι πεφρονήκεσαν οὔτε πρὸς αὐτοὺς ἐκείνους ἐχθρὸν ἢ ἐπίβουλον.
26 Σκυθοπολῖται δὲ πάντων ἀσεβέστατα καὶ παρανομώτατα διεπράξαντο· ἐπελθόντων γὰρ αὐτοῖς Ἰουδαίων ἔξωθεν πολεμίων τοὺς παρʼ αὐτοῖς Ἰουδαίους ἐβιάσαντο κατὰ τῶν ὁμοφύλων ὅπλα λαβεῖν, ὅπερ ἐστὶν ἡμῖν ἀθέμιτον, καὶ μετʼ ἐκείνων συμβαλόντες ἐκράτησαν τῶν ἐπελθόντων· ἐπειδὴ δʼ ἐνίκησαν, ἐκλαθόμενοι τῆς πρὸς τοὺς ἐνοίκους καὶ συμμάχους πίστεως πάντας αὐτοὺς διεχρήσαντο πολλὰς μυριάδας ὄντας.
27 ὅμοια δʼ ἔπαθον καὶ οἱ Δαμασκὸν Ἰουδαῖοι κατοικοῦντες. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν ταῖς περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις δεδηλώκαμεν· νῦν δʼ αὐτῶν ἐπεμνήσθην βουλόμενος παραστῆσαι τοῖς ἀναγινώσκουσιν, ὅτι οὐ προαίρεσις ἐγένετο τοῦ πολέμου πρὸς Ῥωμαίους Ἰουδαίοις, ἀλλὰ τὸ πλέον ἀνάγκη.
28 Νικηθέντος οὖν, ὡς ἔφαμεν, τοῦ Κεστίου, τῶν Ἱεροσολυμιτῶν οἱ πρῶτοι θεασάμενοι τοὺς μὲν λῃστὰς ἅμα τοῖς νεωτερισταῖς εὐπορουμένους ὅπλων, δείσαντες δʼ αὐτοὶ μὴ ἄνοπλοι καθεστηκότες ὑποχείριοι γένωνται τοῖς ἐχθροῖς, ὃ καὶ μετὰ ταῦτα συνέβη, καὶ πυθόμενοι τὴν Γαλιλαίαν οὔπω πᾶσαν Ῥωμαίων ἀφεστάναι, μέρος δʼ αὐτῆς ἠρεμεῖν ἔτι,
29 πέμπουσιν ἐμὲ καὶ δύο ἄλλους τῶν ἱερέων καλοὺς κἀγαθοὺς ἄνδρας, Ἰώζαρον καὶ Ἰούδαν, πείσοντας τοὺς πονηροὺς καταθέσθαι τὰ ὅπλα καὶ διδάξοντας, ὡς ἔστιν ἄμεινον τοῖς κρατίστοις τοῦ ἔθνους αὐτὰ τηρεῖσθαι. ἔγνωστο δὲ τούτοις ἀεὶ μὲν ἔχειν τὰ ὅπλα πρὸς τὸ μέλλον ἕτοιμα, περιμένειν δέ, τί πράξουσιν Ῥωμαῖοι, μαθεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme