Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
296 κἀγὼ πάντα Καπέλλαν ἔχειν εἶπον καὶ τοὺς δέκα πρώτους Τιβεριέων· ἀνάκριναι δʼ αὐτός, ἔφην, οὐ ψεύδομαι. τῶν δὲ παρʼ ἑαυτοῖς εἶναι λεγόντων οἱ δʼ εἴκοσιν, εἶπεν, χρυσοῖ, οὓς ἔλαβες πωλήσας τινὰ σταθμὸν ἀσήμου,
297 τί γεγόνασιν; καὶ τούτους ἔφην δεδωκέναι πρέσβεσιν αὐτῶν ἐφόδιον πεμφθεῖσιν εἰς Ἱεροσόλυμα. πρὸς ταῦτα οἱ μὲν περὶ τὸν Ἰωνάθην οὐ καλῶς ἔφασαν πεποιηκέναι με δόντα τοῖς πρέσβεσιν τὸν μισθὸν ἐκ τοῦ κοινοῦ.
298 παροξυνθέντος δὲ τοῦ πλήθους ἐπὶ τούτοις, ἐνόησαν γὰρ τῶν ἀνθρώπων τὴν πονηρίαν, συνεὶς ἐγὼ στάσιν μέλλουσαν ἐξάπτεσθαι καὶ προσεξερεθίσαι μᾶλλον βουλόμενος τὸν δῆμον ἐπὶ τοὺς ἀνθρώπους, ἀλλʼ εἴ γε μὴ ὀρθῶς, εἶπον, ἔπραξα δοὺς τὸν μισθὸν ἐκ τοῦ κοινοῦ τοῖς πρέσβεσιν ὑμῶν, παύεσθε χαλεπαίνοντες· ἐγὼ γὰρ τοὺς εἴκοσι χρυσοῦς αὐτὸς ἀποτίσω.
299 Ταῦτʼ εἰπόντος, οἱ μὲν περὶ τὸν Ἰωνάθην ἡσύχασαν, ὁ δὲ δῆμος ἔτι μᾶλλον κατʼ αὐτῶν παρωξύνθη φανερὰν ἐπιδεικνυμένων τὴν ἄδικον πρὸς ἐμὲ δυσμένειαν.
300 συνιδὼν δὲ τὴν μεταβολὴν αὐτῶν Ἰησοῦς τὸν μὲν δῆμον ἐκέλευεν ἀναχωρεῖν, προσμεῖναι δὲ τὴν βουλὴν ἠξίωσεν· οὐ γὰρ δύνασθαι θορυβουμένους περὶ πραγμάτων τοιούτων τὴν ἐξέτασιν ποιεῖσθαι.
301 τοῦ δὲ δήμου βοῶντος μὴ καταλείψειν παρʼ αὐτοῖς ἐμὲ μόνον, ἧκέν τις ἀγγέλλων κρύφα τοῖς περὶ τὸν Ἰησοῦν Ἰωάννην μετὰ τῶν ὁπλιτῶν πλησιάζειν. καὶ οἱ περὶ τὸν Ἰωνάθην οὐκέτι κατασχόντες αὑτούς, τάχα καὶ τοῦ θεοῦ προνοοῦντος τῆς ἐμῆς σωτηρίας, μὴ γὰρ ἂν γενομένου τούτου πάντως ὑπὸ τοῦ Ἰωάννου διεφθάρην,
302 παύσασθε, ἔφη, ὦ Τιβεριεῖς, τὴν ζήτησιν εἴκοσι χρυσῶν ἕνεκεν· διὰ τούτους μὲν γὰρ οὐκ ἄξιός ἐστιν Ἰώσηπος ἀποθανεῖν, ὅτι δὲ τυραννεῖν ἐπεθύμησεν καὶ τὰ τῶν Γαλιλαίων πλήθη λόγοις ἀπατήσας τὴν ἀρχὴν αὑτῷ κατεκτήσατο. ταῦτα λέγοντος εὐθύς μοι τὰς χεῖρας ἐπέβαλον ἀναιρεῖν τʼ ἐπειρῶντο.
303 ὡς δʼ εἶδον οἱ σὺν ἐμοὶ τὸ γιγνόμενον, σπασάμενοι τὰς μαχαίρας καὶ παίειν ἀπειλήσαντες, εἰ βιάζοιντο, τοῦ τε δήμου λίθους ἀραμένου καὶ βάλλειν ἐπὶ τὸν Ἰωνάθην ὁρμήσαντος ἐξαρπάζουσί με τῆς τῶν πολεμίων βίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme