Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
329 ἐγὼ δὲ πρὸς τὰς δεήσεις ἐπικλασθεὶς τοὺς μὲν στρατιώτας τῆς ὁρμῆς ἐπέσχον, αὐτὸς δέ, καὶ γὰρ ἑσπέρα κατέλαβεν, μετὰ τῶν ὁπλιτῶν ἀπὸ τῆς πολιορκίας ὑποστρέψας περὶ τὴν τοῦ σώματος θεραπείαν ἐγινόμην.
330 καλέσας δὲ ἐπὶ τὴν ἑστίασιν τὸν Σίμωνα παρεμυθούμην περὶ τῶν γεγονότων ὑπισχνούμην τε δοὺς ἐφόδια αὐτῷ καὶ τοῖς σὺν αὐτῷ παραπέμψειν εἰς Ἱεροσόλυμα μετὰ πάσης ἀσφαλείας.
331 Κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν μυρίους ἐπαγόμενος ὁπλίτας ἧκον εἰς τὴν Τιβεριάδα, καὶ μεταπεμψάμενος εἰς τὸ στάδιον τοὺς πρώτους αὐτῶν τοῦ πλήθους ἐκέλευσα φράζειν, οἵτινες εἶεν αἴτιοι τῆς ἀποστάσεως.
332 ἐνδειξαμένων δὲ τοὺς ἄνδρας ἐκείνους μὲν δεδεμένους εἰς τὴν Ἰωταπάτην πόλιν ἐξέπεμψα, τοὺς δὲ περὶ τὸν Ἰωνάθην καὶ Ἀνανίαν λύσας τῶν δεσμῶν καὶ δοὺς ἐφόδια μετὰ Σίμωνος καὶ Ἰωζάρου καὶ ὁπλιτῶν πεντακοσίων, οἳ παραφυλάξουσιν αὐτούς, ἐξέπεμψα εἰς τὰ Ἱεροσόλυμα.
333 Τιβεριεῖς δὲ πάλιν προσελθόντες συγγινώσκειν αὐτοῖς παρεκάλουν περὶ τῶν πεπραγμένων, ἐπανορθώσεσθαι τὰς ἁμαρτίας τῇ μετὰ ταῦτα πρὸς ἐμὲ πίστει λέγοντες, τὰ δʼ ἐκ τῆς διαρπαγῆς περισσεύσαντα σῶσαί με τοῖς ἀπολέσασιν ἐδέοντο.
334 κἀγὼ τοῖς ἔχουσιν προσέταττον εἰς μέσον πάντα φέρειν, ἀπειθούντων δὲ μέχρι πολλοῦ, θεασάμενός τινα τῶν περὶ ἐμὲ στρατιωτῶν λαμπροτέραν τοῦ συνήθους περικείμενον στολὴν ἐπυθόμην, πόθεν ἔχοι.
335 εἰπόντος δὲ ἐκ τῆς κατὰ πόλιν ἁρπαγῆς, ἐκεῖνον μὲν πληγαῖς ἐκόλασα, τοῖς δὲ ἄλλοις ἅπασιν ἠπείλησα μείζω τιμωρίαν ἐπιθήσειν μὴ κομίσασιν εἰς τοὐμφανὲς ὅσα ἡρπάκεισαν. πολλῶν δὲ συνενεχθέντων ἑκάστῳ τῶν Τιβεριέων τὸ ἐπιγνωσθὲν ἀπέδωκα.
336 Γεγονὼς δʼ ἐνταῦθα τῆς διηγήσεως βούλομαι πρὸς Ἰοῦστον καὶ αὐτὸν τὴν περὶ τούτων πραγματείαν γεγραφότα πρός τε τοὺς ἄλλους τοὺς ἱστορίαν μὲν γράφειν ὑπισχνουμένους, περὶ δὲ τὴν ἀλήθειαν ὀλιγώρους καὶ διʼ ἔχθραν ἢ χάριν τὸ ψεῦδος οὐκ ἐντρεπομένους, [μικρὰ διελθεῖν].
337 πράττουσι μὲν γὰρ ὅμοιόν τι τοῖς περὶ συμβολαίων πλαστὰ γράμματα συντεθεικόσι, τῷ δὲ μηδεμίαν ὁμοίως τιμωρίαν ἐκείνοις δεδιέναι καταφρονοῦσι τῆς ἀληθείας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme