Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
338 Ἰοῦστος γοῦν συγγράφειν τὰς περὶ τούτων ἐπιχειρήσας πράξεις τὸν πόλεμον, ὑπὲρ τοῦ δοκεῖν φιλόπονος εἶναι ἐμοῦ μὲν κατέψευσται, ἠλήθευσε δὲ οὐδὲ περὶ τῆς πατρίδος. ὅθεν ἀπολογήσασθαι γὰρ νῦν ἀνάγκην ἔχω καταψευδομαρτυρούμενος, ἐρῶ τὰ μέχρι νῦν σεσιωπημένα.
339 καὶ μὴ θαυμάσῃ τις, ὅτι μὴ πάλαι περὶ τούτων ἐδήλωσα· τῷ γὰρ ἱστορίαν ἀναγράφοντι τὸ μὲν ἀληθεύειν ἀναγκαῖον, ἔξεστιν δʼ ὅμως μὴ πικρῶς τὰς τινῶν πονηρίας ἐλέγχειν, οὐ διὰ τὴν πρὸς ἐκείνους χάριν, ἀλλὰ διὰ τὴν αὐτοῦ μετριότητα.
340 πῶς οὖν, ἵνα φῶ πρὸς αὐτὸν ὡς παρόντα, Ἰοῦστε δεινότατε συγγραφέων, τοῦτο γὰρ αὐχεῖς περὶ σεαυτοῦ, αἴτιοι γεγόναμεν ἐγώ τε καὶ Γαλιλαῖοι τῇ πατρίδι σου τῆς πρὸς Ῥωμαίους καὶ πρὸς τὸν βασιλέα στάσεως;
341 πρότερον γὰρ ἢ ἐμὲ τῆς Γαλιλαίας στρατηγὸν ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν χειροτονηθῆναι σὺ καὶ πάντες Τιβεριεῖς οὐ μόνον ἀνειλήφατε τὰ ὅπλα, ἀλλὰ καὶ τὰς ἐν τῇ Συρίᾳ δέκα πόλεις ἐπολεμεῖτε· σὺ γοῦν τὰς κώμας αὐτῶν ἐνέπρησας καὶ ὁ σὸς οἰκέτης ἐπὶ τῆς παρατάξεως ἐκείνης ἔπεσεν.
342 ταῦτα δὲ οὐκ ἐγὼ λέγω μόνος, ἀλλὰ καὶ ἐν τοῖς Οὐεσπασιανοῦ τοῦ αὐτοκράτορος ὑπομνήμασιν οὕτως γέγραπται, καὶ τίνα τρόπον ἐν Πτολεμαΐδι Οὐεσπασιανοῦ κατεβόησαν οἱ τῶν δέκα πόλεων ἔνοικοι τιμωρίαν ὑποσχεῖν σε τὸν αἴτιον ἀξιοῦντες.
343 καὶ δεδώκεις ἂν δίκην Οὐεσπασιανοῦ κελεύσαντος, εἰ μὴ βασιλεὺς Ἀγρίππας λαβὼν ἐξουσίαν ἀποκτεῖναί σε, πολλὰ τῆς ἀδελφῆς Βερενίκης δεηθείσης οὐκ ἀνελὼν δεδεμένον ἐπὶ πολὺν χρόνον ἐφύλαξεν.
344 καὶ αἱ μετὰ ταῦτα δὲ πολιτεῖαί σου σαφῶς ἐμφανίζουσιν τόν τε βίον τὸν ἄλλον καὶ ὅτι σὺ τὴν πατρίδα Ῥωμαίων ἀπέστησας, ὧν τὰ τεκμήρια κἀγὼ δηλώσω μετʼ ὀλίγον.
345 βούλομαι δʼ εἰπεῖν καὶ πρὸς τοὺς ἄλλους Τιβεριεῖς ὀλίγα διὰ σὲ καὶ παραστῆσαι τοῖς ἐντυγχάνειν μέλλουσιν ταῖς ἱστορίαις, ὅτι μήτε φιλορώμαιοι μήτε φιλοβασιλεῖς γεγόνατε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme