Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
346 τῶν ἐν τῇ Γαλιλαίᾳ πόλεων αἱ μέγισται Σέπφωρις καὶ Τιβεριὰς ἡ σὴ πατρίς, ὦ Ἰοῦστε. ἀλλὰ Σέπφωρις μὲν ἐν τῷ μεσαιτάτῳ τῆς Γαλιλαίας κειμένη καὶ περὶ αὐτὴν κώμας ἔχουσα πολλὰς καί τι καὶ θρασύνεσθαι δυναμένη πρὸς Ῥωμαίους εἴπερ ἠθέλησεν εὐχερῶς, διεγνωκυῖα τῇ πρὸς τοὺς δεσπότας ἐμμένειν πίστει κἀμὲ τῆς πόλεως αὐτῶν ἐξέκλεισε καὶ στρατεύσασθαί τινα τῶν πολιτῶν Ἰουδαίοις ἐκώλυσεν.
347 ὅπως δὲ καὶ τὰ πρὸς ἡμᾶς ἀσφαλεῖς εἶεν, ἠπάτησάν με τείχεσιν αὐτῶν τὴν πόλιν ὀχυρῶσαι προτρέψαντες, καὶ παρὰ Κεστίου Γάλλου τοῦ τῶν ἐν τῇ Συρίᾳ Ῥωμαϊκῶν ταγμάτων ἡγεμονεύοντος φρουρὰν ἑκόντες ἐδέξαντο, καταφρονήσαντες ἐμοῦ τότε μέγα δυναμένου καὶ πᾶσιν διʼ ἐκπλήξεως ὄντος.
348 πολιορκουμένης τε τῆς μεγίστης ἡμῶν πόλεως Ἱεροσολύμων καὶ τοῦ κοινοῦ πάντων ἱεροῦ κινδυνεύοντος ἐν τῇ τῶν πολεμίων ἐξουσίᾳ γενέσθαι συμμαχίαν οὐκ ἔπεμψαν μὴ βουλόμενοι δοκεῖν κατὰ Ῥωμαίων ὅπλα λαβεῖν.
349 ἡ δὲ σὴ πατρίς, ὦ Ἰοῦστε, κειμένη ἐν τῇ Γεννησαρίδι λίμνῃ καὶ ἀπέχουσα Ἵππου μὲν στάδια τριάκοντα, Γαδάρων δὲ ἑξήκοντα, Σκυθοπόλεως δὲ εἴκοσι καὶ ἑκατὸν τῆς ὑπηκόου βασιλεῖ, μηδεμιᾶς δὲ πόλεως Ἰουδαίων παρακειμένης, εἰ ἤθελεν τὴν πρὸς Ῥωμαίους πίστιν φυλάττειν, ῥᾳδίως ἐδύνατο.
350 καὶ γὰρ πολὺς ἦτε δῆμος καὶ ὅπλων εὐπορεῖτε. ἀλλʼ, ὡς σὺ φῄς, αἴτιος ὑμῖν ἐγὼ τότε. μετὰ ταῦτα δὲ τίς, ὦ Ἰοῦστε; πρὸ γὰρ τῆς Ἱεροσολύμων πολιορκίας οἶδας ὑπὸ Ῥωμαίοις ἐμὲ γενόμενον, καὶ Ἰωτάπατα κατὰ κράτος ληφθέντα φρούριά τε πολλά, πολύν τε Γαλιλαίων ὄχλον κατὰ τὴν μάχην πεσόντα.
351 τότʼ οὖν ἐχρῆν ὑμᾶς παντὸς ἀπηλλαγμένους τοῦ διʼ ἐμὲ φόβου ῥῖψαί τε τὰ ὅπλα καὶ παραστῆσαι τῷ βασιλεῖ καὶ Ῥωμαίοις, ὅτι δὴ οὐχ ἑκόντες, ἀλλʼ ἀναγκασθέντες ἐπὶ τὸν πρὸς αὐτοὺς ὡρμήσατε πόλεμον.
352 ὑμεῖς δὲ καὶ περιεμείνατε Οὐεσπασιανόν, ἕως αὐτὸς ἀφικόμενος μετὰ πάσης τῆς δυνάμεως προσέλθοι τοῖς τείχεσιν, καὶ τότε διὰ φόβον τὰ ὅπλα κατέθεσθε· καὶ πάντως ἂν ὑμῶν ἡ πόλις ἥλω κατὰ κράτος, εἰ μὴ τῷ βασιλεῖ δεομένῳ καὶ τὴν ἄνοιαν ὑμῶν παραιτουμένῳ συνεχώρησεν Οὐεσπασιανός. οὐκ ἐγὼ τοίνυν αἴτιος, ἀλλʼ ὑμεῖς οἱ πολεμικὰ φρονήσαντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme