Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
353 ἢ οὐ μέμνησθε, ὅτι τοσαυτάκις ὑμῶν ἐγκρατὴς γενόμενος οὐδένα διέφθειρα, στασιάζοντες δʼ ὑμεῖς πρὸς ἀλλήλους, οὐ διὰ τὴν πρὸς Ῥωμαίους καὶ τὸν βασιλέα εὔνοιαν, διὰ δὲ τὴν ὑμετέραν αὐτῶν πονηρίαν ἑκατὸν ὀγδοηκονταπέντε τῶν πολιτῶν ἀπεκτείνατε, κατὰ τὸν καιρὸν ἐκεῖνον ἐμοῦ πολιορκουμένου ἐν Ἰωταπάτοις ὑπὸ Ῥωμαίων.
354 τί δʼ οὐχὶ καὶ κατὰ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν δισχίλιοι Τιβεριέων ἐξητάσθησαν, οἱ μὲν πεπτωκότες, οἱ δὲ ληφθέντες αἰχμάλωτοι; ἀλλὰ σὺ πολέμιος οὐ γεγονέναι φήσεις, ὅτι πρὸς βασιλέα τότʼ ἔφυγες. καὶ τοῦτο δὲ διὰ τὸν ἐξ ἐμοῦ φόβον φημί σε πεποιηκέναι.
355 κἀγὼ μὲν πονηρός, ὡς λέγεις, ὁ δὲ βασιλεὺς Ἀγρίππας, ὁ τὴν ψυχήν σοι συγχωρήσας ὑπὸ Οὐεσπασιανοῦ θανεῖν κατακριθέντι, ὁ τοσούτοις δωρησάμενος χρήμασιν, τίνος ἕνεκεν ὕστερον δὶς μὲν ἔδησε, τοσαυτάκις δὲ φυγεῖν τὴν πατρίδα προσέταξεν, καὶ ἀποθανεῖν δὲ κελεύσας ἅπαξ τῇ ἀδελφῇ Βερενίκῃ πολλὰ δεηθείσῃ τὴν σὴν σωτηρίαν ἐχαρίσατο;
356 καὶ μετὰ τοσαῦτα δέ σου κακουργήματα τάξιν ἐπιστολῶν σοι πιστεύσας, ὡς καὶ ταύταις εὗρε ῥᾳδιουργόν, ἀπήλασε τῆς ὄψεως. ἀλλὰ περὶ μὲν τούτων ἐλέγχειν ἐπʼ ἀκριβὲς ἐῶ.
357 θαυμάζειν δʼ ἔπεισί μοι τὴν σὴν ἀναίδειαν, ὅτι τολμᾷς λέγειν ἁπάντων τῶν τὴν πραγματείαν ταύτην γεγραφότων αὐτὸς ἄμεινον ἐξηγγελκέναι, μήτε τὰ πραχθέντα κατὰ τὴν Γαλιλαίαν ἐπιστάμενος, ἦς γὰρ ἐν Βηρυτῷ τότε παρὰ βασιλεῖ, μηθʼ ὅσα ἔπαθον Ῥωμαῖοι ἐπὶ τῆς Ἰωταπάτων πολιορκίας ἢ ἔδρασαν ἡμᾶς παρακολουθήσας, μήθʼ ὅσα κατʼ ἐμαυτὸν ἔπραξα πολιορκούμενος δυνηθεὶς πυθέσθαι· πάντες γὰρ οἱ ἀπαγγείλαντες ἂν διεφθάρησαν ἐπὶ τῆς παρατάξεως ἐκείνης.
358 ἀλλʼ ἴσως τὰ κατὰ τὴν Ἱεροσόλυμα πραχθέντα μετὰ ἀκριβείας φήσεις συγγεγραφέναι. καὶ πῶς οἷόν τε; οὔτε γὰρ τῷ πολέμῳ παρέτυχες οὔτε τὰ Καίσαρος ἀνέγνως ὑπομνήματα. μέγιστον δὲ τεκμήριον· τοῖς γὰρ Καίσαρος ὑπομνήμασιν ἐναντίαν πεποίησαι τὴν γραφήν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme