Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
368 Διοικήσας δʼ ἐγὼ τὰ κατὰ τὴν Τιβεριάδα καὶ καθίσας τῶν φίλων συνέδριον ἐβουλευόμην περὶ τῶν πρὸς Ἰωάννην πραχθησομένων. ἐδόκει μὲν οὖν πᾶσι τοῖς Γαλιλαίοις ὁπλίσαντα πάντας ἀπελθεῖν ἐπὶ τὸν Ἰωάννην καὶ λαβεῖν παρʼ αὐτοῦ δίκας ὡς πάσης τῆς στάσεως αἰτίου γεγονότος.
369 οὐκ ἠρεσκόμην δʼ ἐγὼ ταῖς γνώμαις αὐτῶν προαίρεσιν ἔχων τὰς ταραχὰς χωρὶς φόνου καταστέλλειν. ὅθεν δὴ παρῄνεσα πᾶσαν εἰσενέγκασθαι πρόνοιαν ὑπὲρ τοῦ γνῶναι τὰ ὀνόματα τῶν ὑπὸ τὸν Ἰωάννην ὄντων.
370 ποιησάντων δʼ ἐκείνων γνοὺς ἐγὼ τοὺς ἀνθρώπους οἵτινες ἦσαν ἐξέθηκα πρόγραμμα, διὰ τούτου πίστιν καὶ δεξιὰν προτείνων τοῖς μετὰ Ἰωάννου θελήσασιν λαβεῖν μετάνοιαν, καὶ ἡμερῶν εἴκοσι χρόνον προέτεινα τοῖς βουλεύσασθαι θέλουσιν περὶ τῶν ἑαυτοῖς συμφερόντων. ἠπείλουν δέ, εἰ μὴ ῥίψουσιν τὰ ὅπλα, καταπρήσειν αὐτῶν τὰς οἰκήσεις καὶ δημοσιώσειν τὰς οὐσίας.
371 ταῦτα δὲ ἀκούσαντες οἱ ἄνθρωποι καὶ ταραχθέντες οὔ τι μετρίως καταλείπουσιν μὲν τὸν Ἰωάννην, τὰ δʼ ὅπλα ῥίψαντες ἧκον πρός με τετρακισχίλιοι τὸν ἀριθμὸν ὄντες.
372 μόνοι δὲ τῷ Ἰωάννῃ παρέμειναν οἱ πολῖται καὶ ξένοι τινὲς ἐκ τῆς Τυρίων μητροπόλεως ὡς χίλιοι καὶ πεντακόσιοι. Ἰωάννης μὲν οὖν οὕτω καταστρατηγηθεὶς ὑπʼ ἐμοῦ τὸ λοιπὸν ἐν τῇ πατρίδι περίφοβος ἔμεινεν.
373 Κατὰ τοῦτον δὲ τὸν καιρὸν Σεπφωρῖται θαρρήσαντες ἀναλαμβάνουσιν ὅπλα πεποιθότες τῇ τε τῶν τειχῶν ὀχυρότητι καὶ τῷ πρὸς ἑτέροις ὄντα με ὁρᾶν. πέμπουσι δὴ πρὸς Κέστιον Γάλλον, Συρίας δʼ ἦν οὗτος ἡγεμών, παρακαλοῦντες ἢ αὐτὸν ἥκειν θᾶττον παραληψόμενον αὐτῶν τὴν πόλιν ἢ πέμψαι τοὺς φρουρήσοντας.
374 ὁ δὲ Γάλλος ἐλεύσεσθαι μὲν ὑπέσχετο, πότε δὲ οὐ διεσάφησεν. κἀγὼ ταῦτα πυθόμενος, ἀναλαβὼν τοὺς σὺν ἐμοὶ στρατιώτας καὶ ὁρμήσας ἐπὶ τοὺς Σεπφωρίτας εἷλον αὐτῶν κατὰ κράτος τὴν πόλιν.
375 λαβόμενοι δʼ ἀφορμῆς οἱ Γαλιλαῖοι καὶ παρεῖναι τοῦ μίσους τὸν καιρὸν οὐ βουληθέντες, εἶχον γὰρ ἀπεχθῶς καὶ πρὸς ταύτην τὴν πόλιν, ὥρμησαν ὡς ἄρδην ἀφανίσοντες πάντας σὺν τοῖς ἐποίκοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme