Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
30 Λαβὼν οὖν ἐγὼ τὰς ὑποθήκας ταύτας ἀφικόμην εἰς τὴν Γαλιλαίαν. καὶ Σεπφωρίτας μὲν οὐκ ἐν ὀλίγῳ περὶ τῆς πατρίδος ἀγῶνι καθεστῶτας εὗρον, διαρπάσαι κεκρικότων αὐτὴν τῶν Γαλιλαίων διὰ τὴν πρὸς Ῥωμαίους ἐκείνων φιλίαν καὶ ὅτι Κεστίῳ Γάλλῳ τῷ τῆς Συρίας ἡγεμονεύοντι δεξιάν τε καὶ πίστιν προτείνειαν.
31 ἀλλὰ τούτους μὲν ἐγὼ πάντας ἀπήλλαξα τοῦ φόβου πείσας ὑπὲρ αὐτῶν τὰ πλήθη καὶ ἐπιτρέψας ὅσα καὶ θέλουσι διαπέμπεσθαι διὰ τοὺς ἐν Δώροις οἰκείους ὁμηρεύοντας Κεστίῳ. τὰ δὲ Δῶρα πόλις ἐστὶν τῆς Φοινίκης. τοὺς ἐν Τιβεριάδι δὲ κατοικοῦντας εὗρον ἐφʼ ὅπλα κεχωρηκότας ἤδη διʼ αἰτίαν τοιαύτην·
32 Στάσεις τρεῖς ἦσαν κατὰ τὴν πόλιν, μία μὲν ἀνδρῶν εὐσχημόνων, ἦρχε δʼ αὐτῆς Ἰούλιος Κάπελλος.
33 οὗτος δὴ καὶ οἱ σὺν αὐτῷ πάντες, Ἡρώδης ὁ Μιαροῦ καὶ Ἡρώδης ὁ τοῦ Γαμάλου καὶ Κομψὸς ὁ τοῦ Κομψοῦ· Κρίσπος γὰρ ἀδελφὸς αὐτοῦ τοῦ μεγάλου βασιλέως γενόμενός ποτε ἔπαρχος ἐν ταῖς ἰδίαις κτήσεσιν ἐτύγχανεν πέραν τοῦ Ἰορδάνου·
34 πάντες οὖν οἱ προειρημένοι κατὰ τὸν καιρὸν ἐκεῖνον ἐμμένειν συνεβούλευον τῇ πρὸς τοὺς Ῥωμαίους καὶ τὸν βασιλέα πίστει. τῇ γνώμῃ δʼ οὐ συνηρέσκετο Πιστὸς παραγόμενος ὑπὸ Ἰούστου τοῦ παιδός· καὶ γὰρ ἦν φύσει πως ἐπιμανής.
35 ἡ δευτέρα δὲ στάσις ἐξ ἀσημοτάτων συνεστηκυῖα πολεμεῖν ἔκρινεν.
36 Ἰοῦστος δʼ ὁ Πιστοῦ παῖς ὁ τῆς τρίτης μερίδος πρῶτος ὑπεκρίνετο μὲν ἐνδοιάζειν πρὸς τὸν πόλεμον, νεωτέρων δʼ ἐπεθύμει πραγμάτων ἐκ τῆς μεταβολῆς οἰόμενος δύναμιν ἑαυτῷ περιποιήσειν.
37 παρελθὼν οὖν εἰς μέσους διδάσκειν ἐπειρᾶτο τὸ πλῆθος, ὡς ἡ πόλις ἀεὶ τῆς Γαλιλαίας ἄρξειεν ἐπί γε τῶν Ἡρώδου χρόνων τοῦ τετράρχου καὶ κτίστου γενομένου, βουληθέντος αὐτοῦ τὴν Σεπφωριτῶν πόλιν τῇ Τιβεριέων ὑπακούειν, ἀποβαλεῖν δὲ τὸ πρωτεῖον αὐτοὺς μηδὲ ἐπὶ τοῦ βασιλέως Ἀγρίππα τοῦ πατρὸς, διαμεῖναι δὲ καὶ μέχρι Φήλικος προεσταμένου τῆς Ἰουδαίας.
38 νῦν δὲ ἔλεγεν αὐτοὺς ἠτυχηκέναι τῷ νεωτέρῳ δωρεὰν Ἀγρίππᾳ δοθέντας ὑπὸ Νέρωνος· ἄρξαι γὰρ εὐθὺς τὴν μὲν Σέπφωριν, ἐπειδὴ Ῥωμαίοις ὑπήκουσεν, τῆς Γαλιλαίας, καταλυθῆναι δὲ παρʼ αὐτοῖς τήν τε βασιλικὴν τράπεζαν καὶ τὰ ἀρχεῖα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme