376
εἰσδραμόντες οὖν ἐνεπίμπρασαν αὐτῶν τὰς οἰκίας ἐρήμους καταλαμβάνοντες· οἱ γὰρ ἄνθρωποι δείσαντες εἰς τὴν ἀκρόπολιν συνέφυγον· διήρπαζον δὲ πάντα καὶ τρόπον οὐδένα πορθήσεως κατὰ τῶν ὁμοφύλων παρελίμπανον.
377
ταῦτʼ ἐγὼ θεασάμενος σφόδρα διετέθην ἀνιαρῶς καὶ παύεσθαι προσέταττον αὐτοῖς, ὑπομιμνήσκων ὅτι τοιαῦτα δρᾶν ὁμοφύλους οὐκ ἔστιν ὅσιον.
378
ἐπεὶ δʼ οὔτε παρακαλοῦντος οὔτε προστάσσοντος ἤκουον, ἐνίκα δὲ τὸ μῖσος τὰς παραινέσεις, τοὺς πιστοτάτους τῶν περὶ ἐμὲ φίλων ἐκέλευσα διαδοῦναι λόγους, ὡς Ῥωμαίων μετὰ μεγάλης δυνάμεως κατὰ τὸ ἕτερον μέρος τῆς πόλεως εἰσβεβληκότων.
379
ταῦτα δʼ ἐποίουν ὑπὲρ τοῦ τῆς φήμης ἐμπεσούσης ἐπισχεῖν μὲν τῶν Γαλιλαίων τὰς ὁρμάς, διασῶσαι δὲ τὴν τῶν Σεπφωριτῶν πόλιν. καὶ τέλος προυχώρησε τὸ στρατήγημα·
380
τῆς γὰρ ἀγγελίας ἀκούσαντες ἐφοβήθησαν ὑπὲρ αὑτῶν· καὶ καταλιπόντες τὰς ἁρπαγὰς ἔφευγον, μάλιστα δʼ, ἐπεὶ κἀμὲ τὸν στρατηγὸν ἑώρων ταῦτα ποιοῦντα· πρὸς γὰρ τὸ πιστὸν τῆς φήμης ἐσκηπτόμην ὁμοίως αὐτοῖς διατεθεῖσθαι. Σεπφωρῖται δὲ παρʼ ἐλπίδα τὴν ἑαυτῶν ὑπὸ τοῦ ἐμοῦ σοφίσματος ἐσώθησαν.
381
Καὶ Τιβεριὰς δὲ παρʼ ὀλίγον ἀνηρπάσθη ὑπὸ Γαλιλαίων τοιαύτης αἰτίας ὑποπεσούσης· τῶν ἐκ τῆς βουλῆς οἱ πρῶτοι γράφουσι πρὸς τὸν βασιλέα παρακαλοῦντες ἀφικέσθαι πρὸς αὐτοὺς παραληψόμενον τὴν πόλιν.
382
ὑπέσχετο δʼ ὁ βασιλεὺς ἔρχεσθαι, καὶ τὰς ἐπιστολὰς ἀντιγράφει καὶ τῶν περὶ τὸν κοιτῶνα τινί, Κρίσπῳ μὲν τοὔνομα, τὸ δὲ γένος Ἰουδαίῳ, δίδωσι πρὸς τοὺς Τιβεριεῖς φέρειν.
383
τοῦτον κομίσαντα τὰ γράμματα γνωρίσαντες οἱ Γαλιλαῖοι καὶ συλλαβόντες ἄγουσιν ἐπʼ ἐμέ. τὸ δὲ πᾶν πλῆθος, ὡς ἤκουσεν, παροξυνθὲν ἐφʼ ὅπλα τρέπεται.
384
συναχθέντες δὲ πολλοὶ πολλαχόθεν κατὰ τὴν ἐπιοῦσαν ἧκον εἰς Ἄσωχιν πόλιν, ἔνθα δὴ τὴν κατάλυσιν ἐποιούμην, καταβοήσεις τε σφόδρα ἐποιοῦντο, προδότιν ἀποκαλοῦντες τὴν Τιβεριάδα καὶ βασιλέως φίλην, ἐπιτρέπειν τε ἠξίουν αὐτοῖς καταβᾶσιν ἄρδην ἀφανίσαι· καὶ γὰρ πρὸς τοὺς Τιβεριεῖς εἶχον ἀπεχθῶς, ὡς πρὸς τοὺς Σεπφωρίτας.