Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
385 Ἐγὼ δʼ ἀκούσας ἠπόρουν, τίνα τρόπον ἐξαρπάσω τὴν Τιβεριάδα τῆς Γαλιλαίων ὀργῆς. ἀρνήσασθαι γὰρ οὐκ ἐδυνάμην μὴ γεγραφέναι τοὺς Τιβεριεῖς καλοῦντας τὸν βασιλέα· ἤλεγχον γὰρ αἱ παρʼ ἐκείνου πρὸς αὐτοὺς ἀντιγραφαὶ τὴν ἀλήθειαν.
386 σύννους οὖν πολλὴν γενόμενος ὥραν, ὅτι μὲν ἠδικήκασιν, εἶπον, Τιβεριεῖς, οἶδα κἀγώ, τὴν πόλιν δʼ αὐτῶν ὑμᾶς οὐ κωλύσω διαρπάσαι. δεῖ δʼ ὅμως καὶ μετὰ κρίσεως τὰ τηλικαῦτα πράττειν· οὐ γὰρ μόνοι Τιβεριεῖς προδόται τῆς ἐλευθερίας ἡμῶν γεγόνασιν, ἀλλὰ πολλοὶ καὶ τῶν ἐν Γαλιλαίᾳ δοκιμωτάτων.
387 προσμείνατε δὴ μέχρι τοὺς αἰτίους ἀκριβῶς ἐκμάθω, καὶ τότε πάντας ὑποχειρίους ἕξετε καὶ ὅσους ἰδίᾳ ἐπάξαι δυνήσεσθε.
388 ταῦτʼ εἰπὼν ἔπεισα τὸ πλῆθος καὶ παυσάμενοι τῆς ὀργῆς διελύθησαν. τὸν παρὰ βασιλέως δὲ πεμφθέντα δῆσαι κελεύσας, μετʼ οὐ πολλὰς ἡμέρας ἐπί τινα τῶν ἐμαυτοῦ χρειῶν ἐπείγουσαν σκηψάμενος ἐκδημεῖν τῆς βασιλείας, καλέσας τὸν Κρῖσπον λάθρα προσέταξα μεθύσαι τὸν στρατιώτην φύλακα καὶ φυγεῖν πρὸς βασιλέα· μὴ γὰρ διωχθήσεσθαι.
389 καὶ ὁ μὲν ταῖς ὑποθήκαις πεισθεὶς διέφυγε· Τιβεριὰς δὲ μέλλουσα δεύτερον ἀφανίζεσθαι στρατηγίᾳ τῇ ἐμῇ καὶ προνοίᾳ τῇ περὶ αὐτῆς ὀξὺν οὕτως κίνδυνον διέφυγεν.
390 Κατὰ τοῦτον δὲ τὸν καιρὸν Ἰοῦστος ὁ Πιστοῦ παῖς λαθὼν ἐμὲ διαδιδράσκει πρὸς τὸν βασιλέα. τὴν αἰτίαν δὲ διʼ ἣν τοῦτʼ ἔπραξεν ἀφηγήσομαι.
391 λαβόντος ἀρχὴν Ἰουδαίοις τοῦ πρὸς Ῥωμαίους πολέμου Τιβεριεῖς διεγνώκεισαν ὑπακούειν βασιλεῖ καὶ Ῥωμαίων μὴ ἀφίστασθαι. πείθει δʼ αὐτοὺς Ἰοῦστος ἐφʼ ὅπλα χωρῆσαι νεωτέρων αὐτὸς ἐφιέμενος πραγμάτων καὶ διʼ ἐλπίδος ἔχων ἄρξειν Γαλιλαίων τε καὶ τῆς ἑαυτοῦ πατρίδος.
392 οὐ μὴν τῶν προσδοκηθέντων ἐπέτυχεν· Γαλιλαῖοί τε γὰρ ἐχθρῶς ἔχοντες πρὸς τοὺς Τιβεριεῖς διὰ μῆνιν ὧν ὑπʼ αὐτοῦ πρὸ τοῦ πολέμου πεπόνθεισαν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme