Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
393 οὐκ ἠνείχοντο στρατηγοῦντος αὐτῶν Ἰούστου, κἀγὼ δὲ τὴν προστασίαν τῆς Γαλιλαίας πιστευθεὶς ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν, πολλάκις εἰς τοσαύτην ἧκον ὀργήν, ὡς ὀλίγου δεῖν ἀποκτεῖναι τὸν Ἰοῦστον, φέρειν αὐτοῦ τὴν μοχθηρίαν οὐ δυνάμενος. δείσας οὖν ἐκεῖνος, μὴ καὶ λάβῃ τέλος ἅπαξ ὁ θυμός, ἔπεμψε πρὸς βασιλέα Κρῖσπον ἀσφαλέστερον οἰκήσειν παρʼ ἐκείνῳ νομίζων.
394 Σεπφωρῖται δὲ παραδόξως τὸν πρῶτον κίνδυνον διαφυγόντες πρὸς Κέστιον Γάλλον ἔπεμψαν ἥκειν παρακαλοῦντες ὡς αὐτοὺς θᾶττον παραληψόμενον τὴν πόλιν, ἢ πέμπειν δύναμιν τὴν ἀνακόψουσαν τὰς ἐπʼ αὐτοὺς τῶν πολεμίων ἐπιδρομάς· καὶ τέλος ἔπεισαν τὸν Γάλλον πέμψαι δύναμιν αὐτοῖς ἱππικήν τε καὶ πεζικήν, ἣν ἐλθοῦσαν νυκτὸς εἰσεδέξαντο.
395 κακουμένης δὲ ὑπὸ τῆς Ῥωμαϊκῆς στρατιᾶς τῆς [πέριξ] χώρας ἀναλαβὼν ἐγὼ τοὺς περὶ ἐμὲ στρατιώτας ἧκον εἰς Γαρεις κώμην. ἔνθα βαλόμενος χάρακα πόρρω τῆς Σεπφωριτῶν πόλεως ἀπὸ σταδίων εἴκοσι νυκτὸς ἐπʼ αὐτῇ προσέμιξα καὶ τοῖς τείχεσι προσέβαλλον,
396 καὶ διὰ κλιμάκων ἐμβιβάσας συχνοὺς τῶν στρατιωτῶν ἐγκρατὴς τοῦ πλείστου τῆς πόλεως μέρους ἐγενόμην, μετʼ οὐ πολὺ δὲ διὰ τὴν τῶν τόπων ἄγνοιαν ἀναγκασθέντες ὑπεχωρήσαμεν, ἀνελόντες Ῥωμαίων μὲν ἱππεῖς δύο, πεζοὺς δὲ δέκα, ὀλίγους δὲ Σεπφωριτῶν, αὐτοὶ δʼ ἕνα μόνον ἀπεβάλομεν.
397 γενομένης δʼ ὕστερον ἡμῖν κατὰ τὸ πεδίον μάχης πρὸς τοὺς ἱππεῖς μέχρι πολλοῦ καρτερῶς διακινδυνεύσαντες ἡττήθημεν· περιελθόντων γὰρ τῶν Ῥωμαίων οἱ μετʼ ἐμοῦ δείσαντες ἔφυγον εἰς τοὐπίσω. πίπτει δʼ ἐπὶ τῆς παρατάξεως ἐκείνης εἷς τῶν πεπιστευμένων τὴν τοῦ σώματός μου φυλακὴν Ἰοῦστος τοὔνομα καὶ παρὰ βασιλεῖ ποτε τὴν αὐτὴν τάξιν ἐσχηκώς.
398 κατὰ τοῦτον δὲ τὸν καιρὸν ἡ παρὰ βασιλέως δύναμις ἧκεν ἱππική τε καὶ πεζικὴ καὶ Σύλλας ἐπʼ αὐτῆς ἡγεμὼν ὁ ἐπὶ τῶν σωματοφυλάκων. οὗτος οὖν βαλόμενος στρατόπεδον Ἰουλιάδος ἀπέχον σταδίους πέντε φρουρὰν ἐφίστησιν ταῖς ὁδοῖς, τῇ τε εἰς Σελεύκειαν ἀγούσῃ καὶ τῇ εἰς Γάμαλα τὸ φρούριον, ὑπὲρ τοῦ τὰς παρὰ τῶν Γαλιλαίων ὠφελείας τοῖς ἐνοίκοις ἀποκλείειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme