407
Μετʼ οὐ πολὺν δὲ χρόνον Οὐεσπασιανὸς εἰς Τύρον ἀφικνεῖται καὶ σὺν αὐτῷ ὁ βασιλεὺς Ἀγρίππας. καὶ οἱ Τύριοι βλασφημεῖν ἤρξαντο τὸν βασιλέα Τυρίων αὐτὸν καλοῦντες καὶ Ῥωμαίων πολέμιον· τὸν γὰρ στρατοπεδάρχην αὐτοῦ Φίλιππον ἔλεγον προδεδωκέναι τὴν βασιλικὴν αὐλὴν καὶ τὰς Ῥωμαίων δυνάμεις τὰς οὔσας ἐν Ἱεροσολύμοις κατὰ τὴν αὐτοῦ πρόσταξιν.
408
Οὐεσπασιανὸς δὲ ἀκούσας Τυρίοις μὲν ἐπέπληξεν ὑβρίζουσιν ἄνδρα καὶ βασιλέα καὶ Ῥωμαίοις φίλον, τῷ δὲ βασιλεῖ παρῄνεσεν πέμψαι Φίλιππον εἰς Ῥώμην ὑφέξοντα λόγον Νέρωνι περὶ τῶν πεπραγμένων.
409
Φίλιππος δὲ πεμφθεὶς οὐχ ἧκεν εἰς ὄψιν Νέρωνι· καταλαβὼν γὰρ αὐτὸν ἐν τοῖς ἐσχάτοις ὄντα διὰ τὰς ἐμπεσούσας ταραχὰς καὶ τὸν ἐμφύλιον πόλεμον ὑπέστρεψε πρὸς τὸν βασιλέα.
410
ἐπεὶ δὲ Οὐεσπασιανὸς εἰς Πτολεμαΐδα παρεγένετο, οἱ πρῶτοι τῶν τῆς Συρίας δέκα πόλεων κατεβόων Ἰούστου τοῦ Τιβεριέως, ὅτι τὰς κώμας αὐτῶν ἐμπρήσειεν. παρέδωκεν οὖν αὐτὸν Οὐεσπασιανὸς τῷ βασιλεῖ κολασθησόμενον ὑπὸ τῶν τῆς βασιλείας ὑποτελῶν· ὁ βασιλεὺς δʼ αὐτὸν ἔδησεν ἐπικρυψάμενος τοῦτο Οὐεσπασιανόν, ὡς ἀνωτέρω δεδηλώκαμεν.
411
Σεπφωρῖται δʼ ὑπαντήσαντες καὶ ἀσπασάμενοι Οὐεσπασιανὸν λαμβάνουσι δύναμιν καὶ στρατηγὸν Πλάκιδον, ἀναβάντες δὲ μετὰ τούτων ἑπομένου μου ἄχρι τῆς εἰς Γαλιλαίαν Οὐεσπασιανοῦ ἀφίξεως.
412
περὶ ἧς τίνα τρόπον ἐγένετο, καὶ πῶς περὶ Γάρις κώμην τὴν πρώτην πρὸς ἐμὲ μάχην ἐποιήσατο, καὶ ὡς ἐκεῖθεν εἰς τὰ Ἰωτάπατα ἀνεχώρησα, καὶ τὰ πεπραγμένα μοι κατὰ τὴν ταύτης πολιορκίαν, καὶ ὃν τρόπον ζῶν ληφθεὶς ἐδέθην καὶ πῶς ἐλύθην, πάντα τε τὰ πεπραγμένα μοι κατὰ τὸν Ἰουδαϊκὸν πόλεμον καὶ τὴν Ἱεροσολύμων πολιορκίαν μετʼ ἀκριβείας ἐν ταῖς περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις ἀπήγγελκα.
413
ἀναγκαῖον δʼ ἐστίν, ὡς οἶμαι, καὶ ὅσα μὴ κατὰ τὸν Ἰουδαϊκὸν πόλεμον ἀνέγραψα τῶν ἐν τῷ βίῳ μου πεπραγμένων νῦν προσαναγράψαι.
414
Τῆς γὰρ τῶν Ἰωταπάτων πολιορκίας λαβούσης τέλος γενόμενος παρὰ Ῥωμαίοις μετὰ πάσης ἐπιμελείας ἐφυλασσόμην τὰ πολλὰ διὰ τιμῆς ἄγοντός με Οὐεσπασιανοῦ, καὶ δὴ κελεύσαντος αὐτοῦ ἠγαγόμην τινὰ παρθένον ἐκ τῶν αἰχμαλωτίδων τῶν κατὰ Καισάρειαν ἁλουσῶν ἐγχώριον.