Thesauros Literature History Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
53 διὰ τοῦτʼ οὖν ὁ Οὔαρος τυφούμενος τὰς μὲν ἐπιστολὰς παρʼ ἑαυτῷ κατέσχεν μηχανώμενος μὴ ἐντυχεῖν τοῖς γράμμασι τὸν βασιλέα, τὰς ἐξόδους δὲ πάσας ἐφρούρει, μὴ διαδράς τις ἀπαγγείλειε τῷ βασιλεῖ τὰ πραττόμενα. καὶ δὴ χαριζόμενος τοῖς κατὰ τὴν Καισάρειαν Σύροις πολλοὺς τῶν Ἰουδαίων ἀπέκτεινεν.
54 ἐβουλήθη δὲ καὶ μετὰ τῶν ἐν Βατανέᾳ Τραχωνιτῶν ἀναλαβὼν τὰ ὅπλα ἐπὶ τοὺς ἐν Ἐκβατάνοις Βαβυλωνίους Ἰουδαίους, ταύτην γὰρ τὴν προσηγορίαν ἔχουσιν, ὁρμῆσαι.
55 καλέσας οὖν τῶν κατὰ τὴν Καισάρειαν Ἰουδαίων δώδεκα τοὺς δοκιμωτάτους προσέτασσεν αὐτοῖς ἀφικομένοις εἰς Ἐκβάτανα πρὸς τοὺς ἐκεῖ κατοικοῦντας αὐτῶν ὁμοφύλους εἰπεῖν, ὅτι Οὔαρος ἀκούσας ὑμᾶς ἐπὶ βασιλέα μέλλειν ὁρμᾶν καὶ μὴ πιστεύσας πέπομφεν ἡμᾶς πείσοντας ὑμᾶς τὰ ὅπλα καταθέσθαι· τοῦτο γὰρ αὐτῷ τεκμήριον ἔσεσθαι καὶ τοῦ καλῶς μὴ πιστεῦσαι τοῖς περὶ ὑμῶν λέγουσιν.
56 ἐκέλευε δὲ καὶ τοὺς πρώτους αὐτῶν ἄνδρας ἑβδομήκοντα πέμπειν ἀπολογησομένους περὶ τῆς ἐπενηνεγμένης αἰτίας. ἐλθόντες οὖν οἱ δώδεκα πρὸς τοὺς ἐν Ἐκβατάνοις ὁμοφύλους καὶ καταλαβόντες αὐτοὺς μηδὲν ἐπὶ νεωτερισμῷ φρονοῦντας ἔπεισαν καὶ τοὺς ἑβδομήκοντα πέμπειν.
57 οἱ δὲ μηδὲν ὑποπτεύσαντες τοιοῦτον οἷον ἔμελλεν ἀποβήσεσθαι ἐξαπέστειλαν. καταβαίνουσιν δʼ οὗτοι μετὰ τῶν δώδεκα πρέσβεων εἰς τὴν Καισάρειαν. ὑπαντήσας οὖν ὁ Οὔαρος μετὰ τῆς βασιλικῆς δυνάμεως σὺν τοῖς πρέσβεσιν πάντας ἀπέκτεινεν καὶ τὴν πορείαν ἐπὶ τοὺς ἐν Ἐκβατάνοις Ἰουδαίους ἐποιεῖτο.
58 φθάσας δέ τις ἐκ τῶν ἑβδομήκοντα σωθεὶς ἀπήγγειλεν αὐτοῖς, κἀκεῖνοι τὰ ὅπλα λαβόντες σὺν γυναιξὶ καὶ τέκνοις εἰς Γάμαλα τὸ φρούριον ὑπεχώρησαν, καταλιπόντες τὰς κώμας πολλῶν ἀγαθῶν πλήρεις καὶ βοσκημάτων πολλὰς μυριάδας ἐχούσας.
59 Φίλιππος δὲ πυθόμενος ταῦτα καὶ αὐτὸς εἰς Γάμαλα τὸ φρούριον ἧκεν. παραγενομένου δὲ κατεβόα τὸ πλῆθος, ἄρχειν αὐτὸν παρακαλοῦντες καὶ πολεμεῖν πρὸς Οὔαρον καὶ τοὺς ἐν τῇ Καισαρείᾳ Σύρους. διαδέδοκτο γὰρ ὑπὸ τούτων τὸν βασιλέα τεθνάναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme