Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 2

106 Καῖσαρ δὲ γινώσκων [ἀκριβῶς] τοὺς Ἀλεξάνδρου χαρακτῆρας, κατηγόρητο γὰρ ὑφʼ Ἡρώδου παρʼ αὐτῷ, συνεώρα μὲν καὶ πρὶν ἰδεῖν τὸν ἄνθρωπον τὴν τῆς ὁμοιότητος ἀπάτην, διδοὺς δέ τι καὶ πίστεως ταῖς ἱλαρωτέραις ἐλπίσιν Κέλαδόν τινα πέμπει τῶν σαφῶς ἐπισταμένων Ἀλέξανδρον, κελεύσας ἀγαγεῖν αὐτῷ τὸν νεανίσκον.
107 ὁ δὲ ὡς εἶδεν, ἐτεκμήρατο μὲν τάχιστα καὶ τὰς διαφορὰς τοῦ προσώπου τό τε ὅλον σῶμα σκληρότερόν τε καὶ δουλοφανὲς καταμαθὼν ἐνόησεν πᾶν τὸ σύνταγμα,
108 πάνυ δὲ αὐτὸν παρώξυνεν ἡ τόλμα τῶν παρʼ αὐτοῦ λεγομένων· τοῖς γὰρ πυνθανομένοις περὶ Ἀριστοβούλου σώζεσθαι μὲν κἀκεῖνον ἔλεγεν, ἀπολελεῖφθαι δὲ ἐπίτηδες ἐν Κύπρῳ τὰς ἐπιβουλὰς φυλασσόμενον· ἧττον γὰρ ἐπιχειρεῖσθαι διεζευγμένους.
109 ἀπολαβόμενος οὖν αὐτὸν κατʼ ἰδίαν μισθόν, ἔφη, παρὰ Καίσαρος ἔχεις τὸ ζῆν τοῦ μηνῦσαι τὸν ἀναπείσαντά σε πλανᾶσθαι τηλικαῦτα. κἀκεῖνος αὐτῷ δηλώσειν εἰπὼν ἕπεται πρὸς Καίσαρα καὶ τὸν Ἰουδαῖον ἐνδείκνυται καταχρησάμενον αὐτοῦ τῇ ὁμοιότητι πρὸς ἐργασίαν· τοσαῦτα γὰρ εἰληφέναι δῶρα καθʼ ἑκάστην πόλιν ὅσα ζῶν Ἀλέξανδρος οὐκ ἔλαβεν.
110 γελάσας δὲ Καῖσαρ ἐπὶ τούτοις τὸν μὲν ψευδαλέξανδρον διʼ εὐεξίαν σώματος ἐγκατέταξεν τοῖς ἐρέταις, τὸν ἀναπείσαντα δὲ ἐκέλευσεν ἀναιρεθῆναι· Μηλίοις δʼ ἤρκεσεν ἐπιτίμιον τῆς ἀνοίας τὰ ἀναλώματα.
111 Παραλαβὼν δὲ τὴν ἐθναρχίαν Ἀρχέλαος καὶ κατὰ μνήμην τῶν πάλαι διαφορῶν οὐ μόνον Ἰουδαίοις ἀλλὰ καὶ Σαμαρεῦσι χρησάμενος ὠμῶς, πρεσβευσαμένων ἑκατέρων κατʼ αὐτοῦ πρὸς Καίσαρα ἔτει τῆς ἀρχῆς ἐνάτῳ φυγαδεύεται μὲν αὐτὸς εἰς Βίενναν πόλιν τῆς Γαλλίας, ἡ οὐσία δʼ αὐτοῦ τοῖς Καίσαρος θησαυροῖς ἐγκατατάσσεται.
112 πρὶν κληθῆναι δʼ αὐτὸν ὑπὸ τοῦ Καίσαρος ὄναρ ἰδεῖν φασιν τοιόνδε· ἔδοξεν ὁρᾶν στάχυς ἐννέα πλήρεις καὶ μεγάλους ὑπὸ βοῶν καταβιβρωσκομένους. μεταπεμψάμενος δὲ τοὺς μάντεις καὶ τῶν Χαλδαίων τινὰς ἐπυνθάνετο, τί σημαίνειν δοκοῖεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme