Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 2

31 ταύτην μέντοι τὴν ὠμότητα προσκεψάμενον αὐτοῦ καὶ τὸν πατέρα μηδʼ ἐλπίδος αὐτόν ποτε ἀξιῶσαι βασιλικῆς ἢ ὅτε χεῖρον τὴν ψυχὴν κάμνων τοῦ σώματος ἀκρατὴς ἦν ὑγιαίνοντος λογισμοῦ καὶ οὐδʼ ὃν ἔγραφεν ἐν ταῖς ἐπιδιαθήκαις ᾔδει διάδοχον, καὶ ταῦτα μηδὲν τὸν ἐν ταῖς διαθήκαις μέμψασθαι δυνάμενος, ἃς ἔγραψεν ὑγιαίνων μὲν τὸ σῶμα, καθαρὰν δὲ τὴν ψυχὴν ἔχων πάθους παντός.
32 εἰ μέντοι καὶ κυριωτέραν τὴν τοῦ κάμνοντος κρίσιν τιθείη τις, ἀποκεχειροτονῆσθαι βασιλείας Ἀρχέλαον ὑφʼ ἑαυτοῦ τοῖς εἰς αὐτὴν παρανομηθεῖσιν· ποταπὸν γὰρ ἂν γενέσθαι λαβόντα τὴν ἀρχὴν παρὰ Καίσαρος τὸν πρὶν λαβεῖν τοσούτους ἀνῃρηκότα;
33 Πολλὰ τοιαῦτα διεξελθὼν Ἀντίπατρος καὶ τοὺς πλείστους τῶν συγγενῶν παραστησάμενος ἐφʼ ἑκάστῳ τῶν κατηγορημένων μάρτυρας καταπαύει τὸν λόγον.
34 ἀνίσταται δὲ Νικόλαος ὑπὲρ Ἀρχελάου, καὶ τὸν μὲν ἐν τῷ ἱερῷ φόνον ἀναγκαῖον ἀπέφηνεν· πολεμίους γὰρ γεγονέναι τοὺς ἀνῃρημένους οὐ τῆς βασιλείας μόνον ἀλλὰ καὶ τοῦ δικάζοντος αὐτὴν Καίσαρος.
35 τῶν δʼ ἄλλων ἐγκλημάτων συμβούλους ἀπεδείκνυεν αὐτοὺς τοὺς κατηγόρους γεγονέναι. τήν γε μὴν ἐπιδιαθήκην ἠξίου διὰ τοῦτο μάλιστα εἶναι κυρίαν, ὅτι βεβαιωτὴν ἐν αὐτῇ Καίσαρα καθίστατο τοῦ διαδόχου·
36 ὁ γὰρ σωφρονῶν ὥστε τῷ δεσπότῃ τῶν ὅλων παραχωρεῖν τῆς ἐξουσίας οὐ δή που περὶ κληρονόμου κρίσιν ἐσφάλλετο, σωφρονῶν δʼ ᾑρεῖτο καὶ τὸν καθιστάμενον ὁ γινώσκων τὸν καθιστάντα.
37 Διεξελθόντος δὲ πάντα καὶ Νικολάου παρελθὼν Ἀρχέλαος προπίπτει τῶν Καίσαρος γονάτων ἡσυχῆ. κἀκεῖνος αὐτὸν μάλα φιλοφρόνως ἀναστήσας ἐνέφηνεν μὲν ὡς ἄξιος εἴη τῆς πατρῴας διαδοχῆς, οὐ μήν τι βέβαιον ἀπεφήνατο.
38 διαλύσας δὲ τοὺς συνέδρους ἐκείνης τῆς ἡμέρας καθʼ ἑαυτὸν περὶ ὧν διήκουσεν ἐσκέπτετο, εἴτε χρὴ τῶν ἐν ταῖς διαθήκαις καταστῆσαί τινα διάδοχον, εἴτε καὶ πάσῃ τῇ γενεᾷ διανεῖμαι τὴν ἀρχήν· ἐδόκει γὰρ ἐπικουρίας τὸ πλῆθος τῶν προσώπων χρῄζειν.
39 Πρὶν δὲ ὁρίσαι τι περὶ τούτων Καίσαρα τελευτᾷ μὲν ἡ Ἀρχελάου μήτηρ Μαλθακὴ νοσήσασα, παρὰ Οὐάρου δʼ ἐκομίσθησαν ἐκ Συρίας ἐπιστολαὶ περὶ τῆς Ἰουδαίων ἀποστάσεως,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme