Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 2

482 ἧκον δʼ ἐκ τῆς Βαταναίας ἑβδομήκοντα τὸν ἀριθμὸν ἄνδρες οἱ κατὰ γένος καὶ σύνεσιν τῶν πολιτῶν δοκιμώτατοι στρατιὰν αἰτοῦντες, ἵνʼ εἴ τι γένοιτο κίνημα καὶ περὶ σφᾶς, ἔχοιεν ἀξιόχρεω φυλακὴν κωλύειν τοὺς ἐπανισταμένους.
483 τούτους ὁ Νόαρος ἐκπέμψας νύκτωρ τῶν βασιλικῶν τινας ὁπλιτῶν ἅπαντας ἀναιρεῖ, τολμήσας μὲν τοὖργον δίχα τῆς Ἀγρίππα γνώμης, διὰ δὲ φιλαργυρίαν ἄμετρον εἰς τοὺς ὁμοφύλους ἑλόμενος ἀσεβεῖν τὴν βασιλείαν διέφθειρεν· διετέλει τε ὠμῶς εἰς τὸ ἔθνος παρανομῶν, μέχρι πυθόμενος Ἀγρίππας ἀνελεῖν μὲν αὐτὸν ᾐδέσθη διὰ Σόαιμον, ἔπαυσεν δὲ τῆς ἐπιτροπῆς.
484 οἱ δὲ στασιασταὶ καταλαβόμενοί τι φρούριον, ὃ καλεῖται μὲν Κύπρος, καθύπερθεν δʼ ἦν Ἱεριχοῦντος, τοὺς μὲν φρουροὺς ἀπέσφαξαν, τὰ δʼ ἐρύματα κατέρριψαν εἰς γῆν.
485 κατὰ δὲ τὰς αὐτὰς ἡμέρας καὶ τῶν ἐν Μαχαιροῦντι Ἰουδαίων τὸ πλῆθος ἔπειθεν τοὺς φρουροῦντας Ῥωμαίους ἐκλείπειν τὸ φρούριον καὶ παραδιδόναι σφίσιν.
486 οἱ δὲ τὴν ἐκ βίας ἀφαίρεσιν εὐλαβηθέντες συντίθενται πρὸς αὐτοὺς ἐκχωρήσειν ὑπόσπονδοι, καὶ λαβόντες τὰ πιστὰ παραδιδόασι τὸ φρούριον, ὅπερ φυλακῇ κρατυνάμενοι κατεῖχον οἱ Μαχαιρῖται.
487 Κατὰ δὲ τὴν Ἀλεξάνδρειαν ἀεὶ μὲν ἦν στάσις πρὸς τὸ Ἰουδαϊκὸν τοῖς ἐπιχωρίοις ἀφʼ οὗ χρησάμενος προθυμοτάτοις κατὰ τῶν Αἰγυπτίων Ἰουδαίοις Ἀλέξανδρος γέρας τῆς συμμαχίας ἔδωκεν τὸ μετοικεῖν κατὰ τὴν πόλιν ἐξ ἴσου † μοίρας πρὸς τοὺς Ἕλληνας.
488 διέμεινεν δʼ αὐτοῖς ἡ τιμὴ καὶ παρὰ τῶν διαδόχων, οἳ καὶ τόπον ἴδιον αὐτοῖς ἀφώρισαν, ὅπως καθαρωτέραν ἔχοιεν τὴν δίαιταν ἧττον ἐπιμισγομένων τῶν ἀλλοφύλων, καὶ χρηματίζειν ἐπέτρεψαν Μακεδόνας, ἐπεί τε Ῥωμαῖοι κατεκτήσαντο τὴν Αἴγυπτον, οὔτε Καῖσαρ ὁ πρῶτος οὔτε τῶν μετʼ αὐτόν τις ὑπέμεινεν τὰς ἀπʼ Ἀλεξάνδρου τιμὰς Ἰουδαίων ἐλαττῶσαι.
489 συμβολαὶ δʼ ἦσαν αὐτῶν ἀδιάλειπτοι πρὸς τοὺς Ἕλληνας, καὶ τῶν ἡγεμόνων πολλοὺς ὁσημέραι παρʼ ἀμφοῖν κολαζόντων ἡ στάσις μᾶλλον παρωξύνετο.
490 τότε δʼ ὡς καὶ παρὰ τοῖς ἄλλοις ἐτετάρακτο, μᾶλλον ἐξήφθη τὰ παρʼ ἐκείνοις. καὶ δὴ τῶν Ἀλεξανδρέων ἐκκλησιαζόντων περὶ ἧς ἔμελλον ἐκπέμπειν πρεσβείας ἐπὶ Νέρωνα συνερρύησαν μὲν εἰς τὸ ἀμφιθέατρον ἅμα τοῖς Ἕλλησιν συχνοὶ Ἰουδαίων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme