Book 2
627
ταῦθʼ ὁ μὲν δῆμος προειδὼς οὐ προσεῖχεν, οἱ δυνατοὶ δὲ κατὰ φθόνον καὶ τῶν ἀρχόντων τινὲς λάθρα τῷ Ἰωάννῃ χρήματα πρὸς συλλογὴν μισθοφόρων ἔπεμψαν, ὅπως πολεμῇ πρὸς Ἰώσηπον· ἐψηφίσαντο δὲ καθʼ ἑαυτοὺς καὶ μετακαλεῖν αὐτὸν ἀπὸ τῆς στρατηγίας.
628
οὐ μὴν ἠξίουν ἀποχρήσειν τὸ δόγμα· δισχιλίους δὲ καὶ πεντακοσίους ὁπλίτας καὶ τέσσαρας τῶν ἐπιφανῶν ἄνδρας ἔστειλαν, τόν τε τοῦ Νομικοῦ Ἰώεσδρον καὶ Ἀνανίαν Σαδούκι καὶ Σίμωνα καὶ Ἰούδην Ἰωνάθου, πάντας εἰπεῖν δυνατωτάτους, ἵνʼ οὗτοι τὴν πρὸς τὸν Ἰώσηπον εὔνοιαν ἀποστρέψωσιν, κἂν μὲν ἑκὼν παραγένηται, λόγον ὑποσχεῖν ἐᾶν αὐτόν, εἰ δὲ βιάζοιτο μένειν, ὡς πολεμίῳ χρῆσθαι.
629
Ἰωσήπῳ δὲ παραγίνεσθαι μὲν στρατιὰν ἐπεστάλκεσαν οἱ φίλοι, τὴν δʼ αἰτίαν οὐ προεδήλουν ἅτε δὴ λάθρα τῶν ἐχθρῶν βεβουλευμένων. διὸ καὶ μὴ προφυλαξαμένου τέσσαρες πόλεις εὐθέως πρὸς τοὺς διαφόρους ἀπέστησαν ἐλθόντας, Σέπφωρίς τε καὶ Γάβαρα καὶ Γίσχαλα καὶ Τιβεριάς.
630
ταχέως δὲ καὶ ταύτας προσηγάγετο δίχα τῶν ὅπλων καὶ χειρωσάμενος στρατηγήμασιν τοὺς τέσσαρας ἡγεμόνας τῶν τε ὁπλιτῶν τοὺς δυνατωτάτους ἀνέπεμψεν εἰς Ἱεροσόλυμα.
631
πρὸς οὓς ὁ δῆμος οὐ μετρίως ἠγανάκτησεν καὶ σὺν αὐτοῖς ὥρμησεν τοὺς προπέμψαντας ἀνελεῖν, εἰ μὴ φθάσαντες ἀπέδρασαν.
632
Ἰωάννην δὲ λοιπὸν ἐντὸς τοῦ Γισχάλων τείχους ὁ παρὰ Ἰωσήπου φόβος ἐφρούρει. καὶ μετʼ ὀλίγας ἡμέρας πάλιν ἀπέστη Τιβεριὰς ἐπικαλεσαμένων τῶν ἔνδον Ἀγρίππαν τὸν βασιλέα.
633
καὶ τοῦ μὲν μὴ καταντήσαντος ἐφʼ ἣν συντέτακτο προθεσμίαν, Ῥωμαϊκῶν δʼ ὀλίγων ἱππέων κατʼ ἐκείνην τὴν ἡμέραν παραφανέντων, τὸν Ἰώσηπον ἐξεκήρυσσον.
634
τῶν δʼ ἠγγέλη μὲν εἰς Ταριχέας ἡ ἀπόστασις εὐθέως, ἐκπεπομφὼς δὲ πάντας τοὺς στρατιώτας ἐπὶ σίτου συλλογὴν οὔτε μόνος ἐξορμᾶν ἐπὶ τοὺς ἀποστάντας οὔτε μένειν ὑπέμενεν, δεδοικὼς μὴ βραδύναντος αὐτοῦ φθάσωσιν οἱ βασιλικοὶ παρελθεῖν εἰς τὴν πόλιν· οὐδὲ γὰρ τὴν ἐπιοῦσαν ἡμέραν ἐνεργὸν ἕξειν ἔμελλεν ἐπέχοντος σαββάτου.