Book 3
189
ὃ δὴ τοῖς Ἰουδαίοις διʼ ἐπιθυμίας ἦν· ἀπεγνωκότες γὰρ ἑαυτοὺς καὶ τὴν πόλιν πρὸ λιμοῦ καὶ δίψης τὸν ἐν πολέμῳ θάνατον ᾑροῦντο.
190
Ὁ μέντοι γε Ἰώσηπος πρὸς τῷδε τῷ στρατηγήματι καὶ ἕτερον ἐπενόησεν εἰς περιουσίαν αὐτῷ·
191
διά τινος χαράδρας δυσβάτου καὶ διὰ τοῦθʼ ὑπὸ τῶν φυλάκων ἀμελουμένης κατὰ τὰ πρὸς δύσιν μέρη τῆς φάραγγος ἐκπέμπων τινὰς γράμματά τε πρὸς οὓς ἠβούλετο τῶν ἔξω Ἰουδαίων διεπέμψατο καὶ παρʼ αὐτῶν ἐλάμβανεν, παντός τε ἐπιτηδείου τῶν ἀνὰ τὴν πόλιν ἐπιλελοιπότων εὐπόρησεν,
192
ἕρπειν τὰ πολλὰ παρὰ τὰς φυλακὰς κελεύσας τοῖς ἐξιοῦσιν καὶ τὰ νῶτα καλύπτειν νάκεσιν, ὡς εἰ καὶ κατίδοι τις αὐτοὺς νύκτωρ, φαντασίαν παρέχοιεν κυνῶν, μέχρι συναισθόμενοι τὴν ἐπίνοιαν οἱ φρουροὶ περιίσχουσιν τὴν χαράδραν.
193
Καὶ τόθʼ ὁ Ἰώσηπος μὲν τὴν πόλιν οὐκ εἰς μακρὰν ὁρῶν ἀνθέξειν, ἐν ἀπόρῳ δὲ τὴν ἑαυτῶν σωτηρίαν εἰ μένοι, δρασμὸν ἅμα τοῖς δυνατοῖς ἐβουλεύετο. συναισθόμενοι δὲ τὸ πλῆθος καὶ περιχυθὲν αὐτῷ κατηντιβόλουν μὴ σφᾶς περιιδεῖν ἐπʼ αὐτῷ μόνῳ κειμένους·
194
εἶναι γὰρ τῇ πόλει καὶ σωτηρίας μὲν ἐλπὶς παραμένων, παντὸς ἀγωνισομένου διʼ αὐτὸν προθύμως, κἂν ἁλῶσιν δέ, παραμυθίαν.
195
πρέπειν δʼ αὐτῷ μήτε φυγεῖν τοὺς ἐχθροὺς μήτʼ ἐγκαταλιπεῖν τοὺς φίλους μήτʼ ἀποπηδᾶν ὥσπερ χειμαζομένης νεώς, εἰς ἣν ἐν γαλήνῃ παρῆλθεν·
196
ἐπιβαπτίσειν γὰρ αὐτοῖς τὴν πόλιν μηδενὸς ἔτι τοῖς πολεμίοις τολμῶντος ἀνθίστασθαι διʼ ὃν ἂν θαρσοῖεν οἰχομένου.
197
Ὁ δὲ Ἰώσηπος τὸ κατʼ αὐτὸν ἀσφαλὲς ὑποστελλόμενος ὑπὲρ αὐτῶν ἔφασκεν ποιεῖσθαι τὴν ἔξοδον·
198
μένων μὲν γὰρ οὔτʼ ἂν ὠφελῆσαί τι μέγα σωζομένους, κἂν ἁλίσκωνται, συναπολεῖσθαι περιττῶς, ἐκδὺς δὲ τῆς πολιορκίας ἔξωθεν αὐτοὺς ὠφελήσειν μέγιστα·
199
τούς τε γὰρ ἐκ τῆς χώρας Γαλιλαίους συναθροίσειν ᾗ τάχος καὶ Ῥωμαίους ἑτέρῳ πολέμῳ τῆς πόλεως αὐτῶν ἀντιπερισπάσειν.
200
οὐχ ὁρᾶν δέ, τί παρακαθεζόμενος αὐτοῖς χρήσιμος εἴη νῦν, πλὴν εἰ μὴ Ῥωμαίους παροξύνων μᾶλλον ἐπὶ τὴν πολιορκίαν, οὓς περὶ πλείστου ποιεῖσθαι λαβεῖν αὐτόν· εἰ δʼ ἐκδράντα πύθοιντο, πολὺ τῆς ἐπὶ τὴν πόλιν ὁρμῆς ἀνήσειν.