Book 3
305
τῶν μὲν οὖν ἀναιρεθέντων ἀνά τε τὴν πόλιν κἀπὶ τῆς προτέρας παρατάξεως ἀριθμὸς μύριοι πρὸς τοῖς πεντακισχιλίοις ἦν, τὰ δʼ αἰχμάλωτα δισχίλια ἑκατὸν καὶ τριάκοντα.
306
τοῦτο συνέβη τὸ πάθος Γαλιλαίοις πέμπτῃ καὶ εἰκάδι Δαισίου μηνός.
307
Ἔμειναν δὲ οὐδὲ Σαμαρεῖς ἀπείρατοι συμφορῶν· ἀθροισθέντες γὰρ ἐπὶ τὸ Γαριζεὶν καλούμενον ὄρος, ὅπερ αὐτοῖς ἐστιν ἅγιον, κατὰ χώραν μὲν ἔμενον, πολέμου δʼ εἶχεν ἀπειλὴν ἥ τε σύνοδος αὐτῶν καὶ τὰ φρονήματα.
308
καὶ οὐδὲ τοῖς γειτνιῶσι κακοῖς ἐσωφρονίζοντο, πρὸς δὲ τὰς Ῥωμαίων εὐπραγίας ἐν ἀλογίστῳ τὴν κατὰ σφᾶς ἀσθένειαν ᾤδουν καὶ μετέωροι πρὸς ταραχὴν ὑπῆρχον.
309
ἐδόκει δὲ Οὐεσπασιανῷ φθάσαι τὸ κίνημα καὶ τὰς ὁρμὰς αὐτῶν ὑποτέμνεσθαι· καὶ γὰρ φρουραῖς ἡ Σαμαρεῖτις ὅλη διείληπτο τό τε πλῆθος τῶν ἐληλυθότων καὶ ἡ σύνταξις ἦν φοβερά.
310
Κερεάλιον οὖν ἔπαρχον ὄντα τοῦ πέμπτου τάγματος μετὰ ἑξακοσίων ἱππέων καὶ πεζῶν τρισχιλίων πέμπει.
311
τούτῳ προσβαίνειν μὲν τὸ ὄρος καὶ συνάπτειν μάχην οὐκ ἀσφαλὲς ἔδοξεν πολλῶν καθύπερθεν τῶν πολεμίων ὄντων, κυκλωσάμενος δὲ τῇ δυνάμει πᾶσαν τὴν ὑπόρειον διʼ ὅλης αὐτοὺς ἐφρούρει τῆς ἡμέρας.
312
συνέβη δὲ ὕδατος ἀπορουμένων τῶν Σαμαρέων ἐκφλεγῆναι τότε καὶ καῦμα δεινόν, ὥρα δʼ ἦν θέρους καὶ τῶν ἐπιτηδείων τὸ πλῆθος ἀπαράσκευον,
313
ὡς τοὺς μὲν αὐθημερὸν ὑπὸ τοῦ δίψους ἀποθανεῖν, πολλοὺς δὲ τῆς τοιαύτης ἀπωλείας τὸ δουλεύειν προαιρουμένους Ῥωμαίοις προσφυγεῖν.
314
ἐξ ὧν συνεὶς ὁ Κερεάλιος καὶ τοὺς ἔτι συμμένοντας ὑπὸ τῶν δεινῶν κατεαγότας ἐπαναβαίνει τῷ ὄρει, καὶ τὴν δύναμιν ἐν κύκλῳ περιστήσας τοῖς πολεμίοις τὸ μὲν πρῶτον ἐπὶ δεξιὰς προυκαλεῖτο καὶ σώζεσθαι παρεκάλει διαβεβαιούμενος ἀσφάλειαν τὰ ὅπλα ῥίψασιν·
315
ὡς δʼ οὐκ ἔπειθεν, προσπεσὼν ἀπέκτεινεν πάντας, χιλίους ἑξακοσίους ἐπὶ μυρίοις ὄντας· ἑβδόμῃ καὶ εἰκάδι Δαισίου μηνὸς ἐπράχθη. καὶ τοιαύταις μὲν συμφοραῖς Σαμαρεῖται ἐχρήσαντο.
316
Τῶν δʼ ἀνὰ τὰ Ἰωτάπατα καρτερούντων καὶ παρʼ ἐλπίδα τοῖς δεινοῖς ἀντεχόντων τεσσαρακοστῇ μὲν ἡμέρᾳ καὶ ἑβδόμῃ τὰ χώματα τῶν Ῥωμαίων ὑπερήρθη τὸ τεῖχος,