Book 4
174
οὐκ ἐξαναστήσεσθε, ὦ τλημονέστατοι, καὶ πρὸς τὰς πληγὰς ἐπιστραφέντες, ὃ κἀπὶ τῶν θηρίων ἔστιν ἰδεῖν, τοὺς τύπτοντας ἀμυνεῖσθε; οὐκ ἀναμνήσεσθε τῶν ἰδίων ἕκαστος συμφορῶν οὐδὲ ἃ πεπόνθατε πρὸ ὀφθαλμῶν θέμενοι τὰς ψυχὰς ἐπʼ αὐτοὺς θήξετε πρὸς τὴν ἄμυναν;
175
ἀπόλωλεν ἄρα παρʼ ὑμῖν τὸ τιμιώτατον τῶν παθῶν καὶ φυσικώτατον, ἐλευθερίας ἐπιθυμία, φιλόδουλοι δὲ καὶ φιλοδέσποτοι γεγόναμεν ὥσπερ ἐκ προγόνων τὸ ὑποτάσσεσθαι παραλαβόντες.
176
ἀλλʼ ἐκεῖνοί γε πολλοὺς καὶ μεγάλους ὑπὲρ τῆς αὐτονομίας πολέμους διήνεγκαν καὶ οὔτε τῆς Αἰγυπτίων οὔτε τῆς Μήδων δυναστείας ἡττήθησαν ὑπὲρ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον.
177
καὶ τί δεῖ τὰ τῶν προγόνων λέγειν; ἀλλʼ ὁ νῦν πρὸς Ῥωμαίους πόλεμος, ἐῶ διελέγχειν πότερον λυσιτελὴς ὢν καὶ σύμφορος ἢ τοὐναντίον, τίνα δʼ οὖν ἔχει πρόφασιν;
178
οὐ τὴν ἐλευθερίαν; εἶτα τοὺς τῆς οἰκουμένης δεσπότας μὴ φέροντες τῶν ὁμοφύλων τυράννων ἀνεξόμεθα;
179
καίτοι τὸ μὲν τοῖς ἔξωθεν ὑπακούειν ἀνενέγκαι τις ἂν εἰς τὴν ἅπαξ ἡττήσασαν τύχην, τὸ δὲ τοῖς οἰκείοις εἴκειν πονηροῖς ἀγεννῶν ἐστι καὶ προαιρουμένων.
180
ἐπειδὴ δὲ ἅπαξ ἐμνήσθην Ῥωμαίων, οὐκ ἀποκρύψομαι πρὸς ὑμᾶς εἰπεῖν ὃ μεταξὺ τῶν λόγων ἐμπεσὸν ἐπέστρεψε τὴν διάνοιαν, ὅτι κἂν ἁλῶμεν ὑπʼ ἐκείνοις, ἀπείη δὲ ἡ πεῖρα τοῦ λόγου, χαλεπώτερον οὐδὲν παθεῖν ἔχομεν ὧν ἡμᾶς διατεθείκασιν οὗτοι.
181
πῶς δὲ οὐ δακρύων ἄξιον ἐκείνων μὲν ἐν τῷ ἱερῷ καὶ ἀναθήματα βλέπειν, τῶν δὲ ὁμοφύλων τὰ σκῦλα σεσυληκότων καὶ ἀνελόντων τὴν τῆς μητροπόλεως εὐγένειαν, καὶ πεφονευμένους ἄνδρας ὧν ἀπέσχοντο ἂν κἀκεῖνοι κρατήσαντες;
182
καὶ Ῥωμαίους μὲν μηδέποτε ὑπερβῆναι τὸν ὅρον τῶν βεβήλων μηδὲ παραβῆναί τι τῶν ἱερῶν ἐθῶν, πεφρικέναι δὲ πόρρωθεν ὁρῶντας τοὺς τῶν ἁγίων περιβόλους,
183
γενηθέντας δέ τινας ἐν τῇδε τῇ χώρᾳ καὶ τραφέντας ὑπὸ τοῖς ἡμετέροις ἔθεσι καὶ Ἰουδαίους καλουμένους ἐμπεριπατεῖν μέσοις τοῖς ἁγίοις θερμὰς ἔτι τὰς χεῖρας ἐξ ὁμοφύλων ἔχοντας φόνων;