Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 4

184 εἶτά τις δέδοικεν τὸν ἔξωθεν πόλεμον καὶ τοὺς ἐν συγκρίσει πολλῷ τῶν οἰκείων ἡμῖν μετριωτέρους; καὶ γὰρ ἄν, εἰ ἐτύμους δεῖ τοῖς πράγμασι τὰς κλήσεις ἐφαρμόζειν, τάχα ἂν εὕροι τις Ῥωμαίους μὲν ἡμῖν βεβαιωτὰς τῶν νόμων, πολεμίους δὲ τοὺς ἔνδον.
185 ἀλλʼ ὅτι μὲν ἐξώλεις οἱ ἐπίβουλοι τῆς ἐλευθερίας, καὶ πρὸς ἃ δεδράκασιν οὐκ ἄν τις ἐπινοήσειεν δίκην ἀξίαν κατʼ αὐτῶν, οἶμαι πάντας ἥκειν πεπεισμένους οἴκοθεν καὶ πρὸ τῶν ἐμῶν λόγων παρωξύνθαι τοῖς ἔργοις ἐπʼ αὐτούς, ἃ πεπόνθατε.
186 καταπλήσσονται δʼ ἴσως οἱ πολλοὶ τό τε πλῆθος αὐτῶν καὶ τὴν τόλμαν, ἔτι δὲ καὶ τὴν ἐκ τοῦ τόπου πλεονεξίαν.
187 ταῦτα δʼ ὥσπερ συνέστη διὰ τὴν ὑμετέραν ἀμέλειαν, καὶ νῦν αὐξηθήσεται πλέον ὑπερθεμένων· καὶ γὰρ τὸ πλῆθος αὐτοῖς ἐπιτρέφεται καθʼ ἡμέραν παντὸς πονηροῦ πρὸς τοὺς ὁμοίους αὐτομολοῦντος,
188 καὶ τὴν τόλμαν ἐξάπτει μέχρι νῦν μηδὲν ἐμπόδιον, τῷ τε τόπῳ καθύπερθεν ὄντες χρήσαιντο καὶ μετὰ παρασκευῆς, ἂν ἡμεῖς χρόνον δῶμεν.
189 πιστεύσατε δὲ ὡς, ἐὰν προσβαίνωμεν ἐπʼ αὐτούς, ἔσονται τῇ συνειδήσει ταπεινότεροι, καὶ τὸ πλεονέκτημα τοῦ ὕψους ὁ λογισμὸς ἀπολεῖ.
190 τάχα τὸ θεῖον ὑβρισμένον ἀναστρέψει κατʼ αὐτῶν τὰ βαλλόμενα, καὶ τοῖς σφετέροις διαφθαρήσονται βέλεσιν οἱ δυσσεβεῖς. μόνον ὀφθῶμεν αὐτοῖς, καὶ καταλέλυνται.
191 καλὸν δέ, κἂν προσῇ τις κίνδυνος, ἀποθνήσκειν πρὸς τοῖς ἱεροῖς πυλῶσι καὶ τὴν ψυχὴν εἰ καὶ μὴ πρὸ παίδων ἢ γυναικῶν, ἀλλʼ ὑπὲρ τοῦ θεοῦ καὶ τῶν ἁγίων προέσθαι.
192 προστήσομαι δʼ ἐγὼ γνώμῃ τε καὶ χειρί, καὶ οὔτε ἐπίνοιά τις ὑμῖν λείψει πρὸς ἀσφάλειαν ἐξ ἡμῶν οὔτε τοῦ σώματος ὄψεσθε φειδόμενον.
193 Τούτοις ὁ Ἄνανος παρακροτεῖ τὸ πλῆθος ἐπὶ τοὺς ζηλωτάς, οὐκ ἀγνοῶν μὲν ὡς εἶεν ἤδη δυσκατάλυτοι πλήθει τε καὶ νεότητι καὶ παραστήματι ψυχῆς, τὸ πλέον δὲ συνειδήσει τῶν εἰργασμένων· οὐ γὰρ ἐνδώσειν αὐτοὺς εἰς ἐσχάτην συγγνώμην ἐφʼ οἷς ἔδρασαν ἐλπίσαντας·
194 ὅμως δὲ πᾶν ὁτιοῦν παθεῖν προῃρεῖτο μᾶλλον ἢ περιιδεῖν ἐν τοιαύτῃ τὰ πράγματα συγχύσει.
195 τὸ δὲ πλῆθος ἄγειν αὐτοὺς ἐβόα καθʼ ὧν παρεκάλει, καὶ προκινδυνεύειν ἕκαστος ἦν ἑτοιμότατος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme