Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 4

217 νῦν δὲ τὸν μέγιστον ἀναρριπτεῖν κίνδυνον σὺν πᾶσιν αὐτοῖς, εἰ μή τις προσγένοιτο βοήθεια δαιμόνιος.
218 οὐ γὰρ ἔτι μέλλειν Ἄνανον, ἀλλὰ πείσαντα μὲν τὸν δῆμον πεπομφέναι πρέσβεις πρὸς Οὐεσπασιανόν, ἵνʼ ἐλθὼν κατὰ τάχος παραλάβῃ τὴν πόλιν, ἁγνείαν δὲ παρηγγελκέναι κατʼ αὐτῶν εἰς τὴν ἑξῆς ἡμέραν, ἵνʼ ἢ κατὰ θρησκείαν εἰσελθόντες ἢ καὶ βιασάμενοι συμμίξωσιν αὐτοῖς.
219 οὐχ ὁρᾶν δὲ μέχρι τίνος ἢ τὴν φρουρὰν οἴσουσιν ἢ παρατάξονται πρὸς τοσούτους. προσετίθει δʼ ὡς αὐτὸς εἰσπεμφθείη κατὰ θεοῦ πρόνοιαν ὡς πρεσβευτὴς περὶ διαλύσεων· τὸν γὰρ Ἄνανον ταύτας αὐτοῖς προτείνειν, ὅπως ἀνυποπτοτέροις ἐπέλθῃ.
220 δεῖν οὖν ἢ τῷ λόγῳ τοῦ ζῆν τοὺς φρουροῦντας ἱκετεύειν ἢ πορίζεσθαί τινα παρὰ τῶν ἔξωθεν ἐπικουρίαν·
221 τοὺς δὲ θαλπομένους ἐλπίδι συγγνώμης εἰ κρατηθεῖεν, ἐπιλελῆσθαι τῶν ἰδίων τολμημάτων ἢ νομίζειν ἅμα τῷ μετανοεῖν τοὺς δεδρακότας εὐθέως ὀφείλειν διηλλάχθαι καὶ τοὺς παθόντας.
222 ἀλλὰ τῶν μὲν ἀδικησάντων διὰ μίσους πολλάκις γίνεσθαι καὶ τὴν μεταμέλειαν, τοῖς ἀδικηθεῖσι δὲ τὰς ὀργὰς ἐπʼ ἐξουσίας χαλεπωτέρας·
223 ἐφεδρεύειν δέ γε ἐκείνοις φίλους καὶ συγγενεῖς τῶν ἀπολωλότων καὶ δῆμον τοσοῦτον ὑπὲρ καταλύσεως νόμων καὶ δικαστηρίων τεθυμωμένον, ὅπου κἂν ᾖ τι μέρος τὸ ἐλεοῦν, ὑπὸ πλείονος ἂν αὐτὸ τοῦ διαγανακτοῦντος ἀφανισθῆναι.
224 Τοιαῦτα μὲν ἐποίκιλλεν ἀθρόως δεδισσόμενος, καὶ τὴν ἔξωθεν βοήθειαν ἀναφανδὸν μὲν οὐκ ἐθάρρει λέγειν, ᾐνίσσετο δὲ τοὺς Ἰδουμαίους· ἵνα δὲ καὶ τοὺς ἡγεμόνας τῶν ζηλωτῶν ἰδίᾳ παροξύνῃ, τὸν Ἄνανον εἴς τε ὠμότητα διέβαλλε καὶ ἀπειλεῖν ἐκείνοις ἐξαιρέτως ἔλεγεν.
225 ἦσαν δὲ Ἐλεάζαρος μὲν υἱὸς Γίωνος, ὃς δὴ καὶ πιθανώτατος ἐδόκει τῶν ἐν αὐτοῖς νοῆσαί τε τὰ δέοντα καὶ τὰ νοηθέντα πρᾶξαι, Ζαχαρίας δέ τις υἱὸς Ἀμφικάλλει, γένος ἐκ τῶν ἱερέων ἑκάτερος.
226 οὗτοι πρὸς ταῖς κοιναῖς τὰς ἰδίας καθʼ ἑαυτῶν ἀπειλὰς ἀκούσαντες, ἔτι δʼ ὡς οἱ περὶ τὸν Ἄνανον δυναστείαν αὑτοῖς περιποιούμενοι Ῥωμαίους ἐπικαλοῖντο, καὶ γὰρ τοῦτο Ἰωάννης προσεψεύσατο, μέχρι πολλοῦ μὲν ἠποροῦντο, τί χρὴ πράττειν εἰς ὀξὺν οὕτως καιρὸν συνεωσμένους·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme