Book 4
238
στὰς οὖν ἐπὶ τὸν ἄντικρυς αὐτῶν πύργον ὁ μετὰ Ἄνανον γεραίτατος τῶν ἀρχιερέων Ἰησοῦς, πολλῶν ἔφη καὶ ποικίλων τὴν πόλιν κατεσχηκότων θορύβων ἐν οὐδενὶ θαυμάσαι τὴν τύχην οὕτως, ὡς τῷ συμπράττειν τοῖς πονηροῖς καὶ τὰ παράδοξα·
239
παρεῖναι γοῦν ὑμᾶς ἀνθρώποις ἐξωλεστάτοις μετὰ τοσαύτης προθυμίας ἐπαμυνοῦντας καθʼ ἡμῶν, μεθʼ ὅσης εἰκὸς ἦν ἐλθεῖν οὐδὲ τῆς μητροπόλεως καλούσης ἐπὶ βαρβάρους.
240
καὶ εἰ μὲν ἑώρων τὴν σύνταξιν ὑμῶν ἐξ ὁμοίων τοῖς καλέσασιν ἀνδρῶν, οὐκ ἂν ἄλογον τὴν ὁρμὴν ὑπελάμβανον· οὐδὲν γὰρ οὕτως συνίστησι τὰς εὐνοίας ὡς τρόπων συγγένεια· νῦν δʼ, εἰ μέν τις αὐτοὺς ἐξετάζοι καθʼ ἕνα, μυρίων ἕκαστος εὑρεθήσεται θανάτων ἄξιος.
241
τὰ γὰρ θύματα καὶ καθάρματα τῆς πόλεως ὅλης, κατασωτευσάμενα τὰς ἰδίας οὐσίας καὶ προγυμνάσαντα τὴν ἀπόνοιαν ἐν ταῖς πέριξ κώμαις τε καὶ πόλεσι, τελευταῖα λεληθότως παρεισέρρευσαν εἰς τὴν ἱερὰν πόλιν,
242
λῃσταὶ διʼ ὑπερβολὴν ἀσεβημάτων μιαίνοντες καὶ τὸ ἀβέβηλον ἔδαφος, οὓς ὁρᾶν ἔστι νῦν ἀδεεῖς ἐμμεθυσκομένους τοῖς ἁγίοις καὶ τὰ σκῦλα τῶν πεφονευμένων καταναλίσκοντας εἰς τὰς ἀπλήστους γαστέρας.
243
τὸ δʼ ὑμέτερον πλῆθος καὶ τὸν κόσμον τῶν ὅπλων ὁρᾶν ἔστιν οἷος ἔπρεπεν καλούσης μὲν τῆς μητροπόλεως κοινῷ βουλευτηρίῳ, συμμάχους δὲ κατʼ ἀλλοφύλων. τί ἂν οὖν εἴποι τοῦτό τις ἢ τύχης ἐπήρειαν, ὅταν λογάσι πονηροῖς αὔτανδρον ἔθνος ὁρᾷ συνασπίζον [αὐτοῖς];
244
μέχρι πολλοῦ μὲν ἀπορῶ, τί δή ποτε καὶ τὸ κινῆσαν ὑμᾶς οὕτω ταχέως ἐγένετο· μὴ γὰρ ἂν δίχα μεγάλης αἰτίας ἀναλαβεῖν τὰς πανοπλίας ὑπὲρ λῃστῶν καὶ κατὰ δήμου συγγενοῦς·
245
ἐπεὶ δὲ ἠκούσαμεν Ῥωμαίους καὶ προδοσίαν, ταῦτα γὰρ ὑμῶν ἐθορύβουν τινὲς ἀρτίως, καὶ τῆς μητροπόλεως ἐπʼ ἐλευθερώσει παρεῖναι, πλέον τῶν ἄλλων τολμημάτων ἐθαυμάσαμεν τοὺς ἀλιτηρίους τῆς περὶ τοῦτο ψευδοῦς ἐπινοίας·
246
ἄνδρας γὰρ φύσει φιλελευθέρους καὶ διὰ τοῦτο μάλιστα τοῖς ἔξωθεν πολεμίοις μάχεσθαι παρεσκευασμένους οὐκ ἐνῆν ἄλλως ἐξαγριῶσαι καθʼ ἡμῶν ἢ λογοποιήσαντας προδοσίαν τῆς ποθουμένης ἐλευθερίας.
247
ἀλλʼ ὑμᾶς γε χρὴ σκέπτεσθαι τούς τε διαβάλλοντας καὶ καθʼ ὧν, συνάγειν τε τὴν ἀλήθειαν οὐκ ἐκ τῶν ἐπιπλάστων λόγων ἀλλʼ ἐκ τῶν κοινῶν πραγμάτων.