Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 4

281 ἀλλʼ εἰ κἀκεῖνοι τῆς χρείας ἐγένοντο μαλακώτεροι, τηρήσομεν Ἰδουμαῖοι τὸν οἶκον τοῦ θεοῦ καὶ τῆς κοινῆς πατρίδος προπολεμήσομεν ἅμα τούς τε ἔξωθεν ἐπιόντας καὶ τοὺς ἔνδον προδιδόντας ἀμυνόμενοι πολεμίους.
282 ἐνθάδε πρὸ τῶν τειχῶν μενοῦμεν ἐν τοῖς ὅπλοις, ἕως ἂν Ῥωμαῖοι κάμωσι προσέχοντες ὑμῖν ἢ ὑμεῖς ἐλεύθερα φρονήσαντες μεταβάλησθε.
283 Τούτοις τὸ μὲν τῶν Ἰδουμαίων ἐπεβόα πλῆθος, ὁ δὲ Ἰησοῦς ἀθυμῶν ἀνεχώρει τοὺς μὲν Ἰδουμαίους μηδὲν φρονοῦντας ὁρῶν μέτριον, διχόθεν δὲ τὴν πόλιν πολεμουμένην.
284 ἦν δὲ οὐδὲ τοῖς Ἰδουμαίοις ἐν ἠρεμίᾳ τὰ φρονήματα· καὶ γὰρ τεθύμωντο πρὸς τὴν ὕβριν εἰρχθέντες τῆς πόλεως καὶ τὰ τῶν ζηλωτῶν ἰσχυρὰ δοκοῦντες ὡς οὐδὲν ἐπαμύνοντας ἑώρων, ἠποροῦντο καὶ μετενόουν πολλοὶ τὴν ἄφιξιν.
285 ἡ δὲ αἰδὼς τοῦ τέλεον ἀπράκτους ὑποστρέφειν ἐνίκα τὴν μεταμέλειαν, ὥστε μένειν αὐτόθι πρὸ τοῦ τείχους κακῶς αὐλιζομένους·
286 διὰ γὰρ τῆς νυκτὸς ἀμήχανος ἐκρήγνυται χειμὼν ἄνεμοί τε βίαιοι σὺν ὄμβροις λαβροτάτοις καὶ συνεχεῖς ἀστραπαὶ βρονταί τε φρικώδεις καὶ μυκήματα σειομένης τῆς γῆς ἐξαίσια.
287 πρόδηλον δὲ ἦν ἐπʼ ἀνθρώπων ὀλέθρῳ τὸ κατάστημα τῶν ὅλων συγκεχυμένον, καὶ οὐχὶ μικροῦ τις ἂν εἰκάσαι συμπτώματος τὰ τέρατα.
288 Μία δὲ τοῖς Ἰδουμαίοις καὶ τοῖς ἐν τῇ πόλει παρέστη δόξα, τοῖς μὲν ὀργίζεσθαι τὸν θεὸν ἐπὶ τῇ στρατείᾳ καὶ οὐκ ἂν διαφυγεῖν ἐπενεγκόντας ὅπλα τῇ μητροπόλει, τοῖς δὲ περὶ τὸν Ἄνανον νενικηκέναι χωρὶς παρατάξεως καὶ τὸν θεὸν ὑπὲρ αὐτῶν στρατηγεῖν.
289 κακοὶ δʼ ἦσαν ἄρα τῶν μελλόντων στοχασταὶ καὶ κατεμαντεύοντο τῶν ἐχθρῶν ἃ τοῖς ἰδίοις αὐτῶν ἐπῄει παθεῖν.
290 οἱ μὲν γὰρ Ἰδουμαῖοι συσπειραθέντες τοῖς σώμασιν ἀλλήλους ἀντέθαλπον καὶ τοὺς θυρεοὺς ὑπὲρ κεφαλῆς συμφράξαντες ἧττον ἐκακοῦντο τοῖς ὑετοῖς,
291 οἱ δὲ ζηλωταὶ μᾶλλον τοῦ καθʼ αὑτοὺς κινδύνου ὑπὲρ ἐκείνων ἐβασανίζοντο καὶ συνελθόντες ἐσκόπουν, εἴ τινα μηχανὴν αὐτοῖς ἀμύνης ἐπινοήσειαν.
292 τοῖς μὲν οὖν θερμοτέροις ἐδόκει μετὰ τῶν ὅπλων βιάζεσθαι τοὺς παραφυλάσσοντας, ἔπειτα δʼ εἰσπεσόντας εἰς μέσον τῆς πόλεως ἀναφανδὸν ἀνοίγειν τοῖς συμμάχοις τὰς πύλας·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme