Book 4
293
τούς τε γὰρ φύλακας εἴξειν πρὸς τὸ ἀδόκητον αὐτῶν τεταραγμένους ἄλλως τε καὶ τοὺς πλείονας [αὐτῶν] ὄντας ἀνόπλους καὶ πολέμων ἀπείρους, καὶ τῶν κατὰ τὴν πόλιν δυσσύνακτον ἔσεσθαι τὸ πλῆθος κατειλημένον ὑπὸ τοῦ χειμῶνος εἰς τὰς οἰκίας.
294
εἰ δὲ καί τις γένοιτο κίνδυνος, πρέπειν αὐτοῖς πᾶν ὁτιοῦν παθεῖν ἢ περιιδεῖν τοσοῦτον πλῆθος διʼ αὐτοὺς αἰσχρῶς ἀπολλύμενον.
295
οἱ δὲ συνετώτεροι βιάζεσθαι μὲν ἀπεγίνωσκον ὁρῶντες οὐ μόνον τὴν αὐτῶν φρουρὰν πληθύουσαν ἀλλὰ καὶ τὸ τῆς πόλεως τεῖχος διὰ τοὺς Ἰδουμαίους ἐπιμελῶς φυλασσόμενον,
296
ᾤοντό τε πανταχοῦ τὸν Ἄνανον παρεῖναι καὶ κατὰ πᾶσαν ὥραν ἐπισκέπτεσθαι τὰς φυλακάς·
297
ὃ δὴ ταῖς μὲν ἄλλαις νυξὶν οὕτως εἶχεν, ἀνείθη δὲ κατʼ ἐκείνην, οὐ κατὰ τὴν Ἀνάνου ῥᾳθυμίαν, ἀλλʼ ὡς αὐτὸς ἐκεῖνος ἀπόλοιτο καὶ τὸ πλῆθος τῶν φυλάκων στρατηγούσης τῆς εἱμαρμένης,
298
ἣ δὴ καὶ τότε τῆς νυκτὸς προκοπτούσης καὶ τοῦ χειμῶνος ἐπακμάζοντος κοιμίζει μὲν τοὺς ἐπὶ τῇ στοᾷ φρουρούς, τοῖς δὲ ζηλωταῖς ἐπίνοιαν ἐμβάλλει τῶν ἱερῶν αἴροντας πριόνων ἐκτεμεῖν τοὺς μοχλοὺς τῶν πυλῶν.
299
συνήργησε δʼ αὐτοῖς πρὸς τὸ μὴ κατακουσθῆναι τὸν ψόφον ὅ τε τῶν ἀνέμων ἦχος καὶ τὸ τῶν βροντῶν ἐπάλληλον.
300
Διαλανθάνοντες δὲ ἐκ τοῦ ἱεροῦ παραγίνονται πρὸς τὸ τεῖχος καὶ τοῖς αὐτοῖς πρίοσι χρώμενοι τὴν κατὰ τοὺς Ἰδουμαίους ἀνοίγουσι πύλην.
301
τοῖς δὲ τὸ μὲν πρῶτον ἐμπίπτει ταραχὴ τοὺς περὶ τὸν Ἄνανον ἐπιχειρεῖν οἰηθεῖσι, καὶ πᾶς ἐπὶ τοῦ ξίφους ἔσχε τὴν δεξιὰν ὡς ἀμυνούμενος· ταχέως δὲ γνωρίζοντες τοὺς ἥκοντας εἰσῄεσαν.
302
εἰ μὲν οὖν ἐτράποντο περὶ τὴν πόλιν, οὐδὲν ἐκώλυσεν ἂν ἀπολωλέναι τὸν δῆμον αὔτανδρον· οὕτως εἶχον ὀργῆς· νῦν δὲ πρώτους τοὺς ζηλωτὰς σπεύδοντες τῆς φρουρᾶς ἐξελέσθαι, δεομένων πολλὰ καὶ τῶν εἰσδεξαμένων μὴ περιιδεῖν διʼ οὓς ἦλθον ἐν μέσοις τοῖς δεινοῖς μηδʼ αὐτοῖς χαλεπώτερον ἐπισεῖσαι τὸν κίνδυνον·
303
τῶν μὲν γὰρ φρουρῶν ἁλόντων ῥᾴδιον αὐτοῖς εἶναι χωρεῖν ἐπὶ τὴν πόλιν, εἰ δʼ ἅπαξ ταύτην προκινήσειαν, οὐκ ἂν ἔτι ἐκείνων κρατῆσαι·
304
πρὸς γὰρ τὴν αἴσθησιν συντάξεσθαι αὐτοὺς καὶ τὰς ἀνόδους ἀποφράξειν·