Book 4
358
ἀνῃρέθη γοῦν σὺν πολλοῖς ἑτέροις καὶ Γουρίων, ἀξιώματι μὲν καὶ γένει προύχων, δημοκρατικὸς δὲ καὶ φρονήματος ἐλευθερίου μεστός, εἰ καί τις ἕτερος Ἰουδαίων· ἀπώλεσε δὲ αὐτὸν ἡ παρρησία μάλιστα πρὸς τοῖς ἄλλοις πλεονεκτήμασιν.
359
οὐδʼ ὁ Περαΐτης Νίγερ αὐτῶν τὰς χεῖρας διέφυγεν, ἀνὴρ ἄριστος ἐν τοῖς πρὸς Ῥωμαίους πολέμοις γενόμενος· ὃς καὶ βοῶν πολλάκις τάς τε ὠτειλὰς ἐπιδεικνὺς διὰ μέσης ἐσύρετο τῆς πόλεως.
360
ἐπεὶ δὲ ἔξω τῶν πυλῶν ἦκτο, τὴν σωτηρίαν ἀπογνοὺς περὶ ταφῆς ἱκέτευεν· οἱ δὲ προαπειλήσαντες ἧς ἐπεθύμει μάλιστα γῆς μὴ μεταδώσειν αὐτῷ, τὸν φόνον ἐνήργουν.
361
ἀναιρούμενος δὲ ὁ Νίγερ τιμωροὺς Ῥωμαίους αὐτοῖς ἐπηράσατο λιμόν τε καὶ λοιμὸν ἐπὶ τῷ πολέμῳ καὶ πρὸς ἅπασι τὰς ἀλλήλων χεῖρας·
362
ἃ δὴ πάντα κατὰ τῶν ἀσεβῶν ἐκύρωσεν ὁ θεός, καὶ τὸ δικαιότατον, ὅτι γεύσασθαι τῆς ἀλλήλων ἀπονοίας ἔμελλον οὐκ εἰς μακρὰν στασιάσαντες.
363
Νίγερ μὲν οὖν ἀνῃρημένος τοὺς περὶ τῆς καταλύσεως αὐτῶν φόβους ἐπεκούφισε, τοῦ λαοῦ δὲ μέρος οὐδὲν ἦν, ᾧ μὴ πρὸς ἀπώλειαν ἐπενοεῖτο πρόφασις.
364
τὸ μὲν γὰρ αὐτῶν διενεχθέν τινι πάλαι διέφθαρτο, τὸ δὲ μὴ προσκροῦσαν κατʼ εἰρήνην ἐπικαίρους ἐλάμβανε τὰς αἰτίας· καὶ ὁ μὲν μηδʼ ὅλως αὐτοῖς προσιὼν ὡς ὑπερήφανος, ὁ προσιὼν δὲ μετὰ παρρησίας ὡς καταφρονῶν, ὁ θεραπεύων δʼ ὡς ἐπίβουλος ὑπωπτεύετο.
365
μία δὲ ἦν τῶν τε μεγίστων καὶ μετριωτάτων ἐγκλημάτων τιμωρία θάνατος· καὶ διέφυγεν οὐδείς, εἰ μὴ σφόδρα τις ἦν ταπεινὸς ἢ διʼ ἀγένειαν ἢ διὰ τύχην.
366
Ῥωμαίων δὲ οἱ μὲν ἄλλοι πάντες ἡγεμόνες ἕρμαιον ἡγούμενοι τὴν στάσιν τῶν πολεμίων ὥρμηντο πρὸς τὴν πόλιν καὶ τὸν Οὐεσπασιανὸν ἤπειγον ὡς ἂν ὄντα κύριον τῶν ὅλων, φάμενοι πρόνοιαν θεοῦ σύμμαχον σφίσι τῷ τετράφθαι τοὺς ἐχθροὺς κατʼ ἀλλήλων·
367
εἶναι μέντοι τὴν ῥοπὴν ὀξεῖαν, καὶ ταχέως Ἰουδαίους ὁμονοήσειν [ἡμῖν] ἢ κοπιάσαντας ἐν τοῖς ἐμφυλίοις κακοῖς ἢ μετανοήσαντας.
368
Οὐεσπασιανὸς δὲ πλεῖστον αὐτοὺς ἔφη τοῦ δέοντος ἁμαρτάνειν, ὥσπερ ἐν θεάτρῳ χειρῶν τε καὶ ὅπλων ἐπίδειξιν ποιήσασθαι γλιχομένους οὐκ ἀκίνδυνον, ἀλλὰ μὴ τὸ συμφέρον καὶ τἀσφαλὲς σκοποῦντας.