Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 4

380 νεκροὶ δὲ κατὰ τὰς λεωφόρους πάσας ἐσωρεύοντο παμπληθεῖς, καὶ πολλοὶ τῶν ὁρμωμένων αὐτομολεῖν πάλιν τὴν ἔνδον ἀπώλειαν ᾑροῦντο· τὸν γὰρ ἐπὶ τῆς πατρίδος θάνατον ἐλπὶς ταφῆς ἐποίει δοκεῖν μετριώτερον.
381 οἱ δὲ εἰς τοσοῦτον ὠμότητος ἐξώκειλαν, ὡς μήτε τοῖς ἔνδον ἀναιρουμένοις μήτε τοῖς ἀνὰ τὰς ὁδοὺς μεταδοῦναι γῆς,
382 ἀλλὰ καθάπερ συνθήκας πεποιημένοι τοῖς τῆς πατρίδος συγκαταλῦσαι καὶ τοὺς τῆς φύσεως νόμους ἅμα τε τοῖς εἰς ἀνθρώπους ἀδικήμασιν συμμιᾶναι καὶ τὸ θεῖον, ὑφʼ ἡλίῳ τοὺς νεκροὺς μυδῶντας ἀπέλειπον.
383 τοῖς δὲ θάπτουσί τινα τῶν προσηκόντων ὃ καὶ τοῖς αὐτομολοῦσιν ἐπιτίμιον θάνατος ἦν, καὶ δεῖσθαι παραχρῆμα ταφῆς ἔδει τὸν ἑτέρῳ χαριζόμενον.
384 καθόλου τε εἰπεῖν, οὐδὲν οὕτως ἀπολώλει χρηστὸν πάθος ἐν ταῖς τότε συμφοραῖς ὡς ἔλεος· ἃ γὰρ ἐχρῆν οἰκτείρειν, ταῦτα παρώξυνε τοὺς ἀλιτηρίους, καὶ ἀπὸ μὲν τῶν ζώντων ἐπὶ τοὺς ἀνῃρημένους, ἀπὸ δὲ τῶν νεκρῶν ἐπὶ τοὺς ζῶντας τὰς ὀργὰς μετέφερον·
385 καὶ διʼ ὑπερβολὴν δέους ὁ περιὼν τοὺς προληφθέντας ὡς ἀναπαυσαμένους ἐμακάριζεν οἵ τε ἐν τοῖς δεσμωτηρίοις αἰκιζόμενοι κατὰ σύγκρισιν καὶ τοὺς ἀτάφους ἀπέφαινον εὐδαίμονας.
386 κατεπατεῖτο μὲν οὖν πᾶς αὐτοῖς θεσμὸς ἀνθρώπων, ἐγελᾶτο δὲ τὰ θεῖα, καὶ τοὺς τῶν προφητῶν χρησμοὺς ὥσπερ ἀγυρτικὰς λογοποιίας ἐχλεύαζον.
387 πολλὰ δʼ οὗτοι περὶ ἀρετῆς καὶ κακίας προεθέσπισαν, ἃ παραβάντες οἱ ζηλωταὶ καὶ τὴν κατὰ τῆς πατρίδος προφητείαν τέλους ἠξίωσαν.
388 ἦν γὰρ δή τις παλαιὸς λόγος ἀνδρῶν † ἔνθα τότε τὴν πόλιν ἁλώσεσθαι καὶ καταφλέξεσθαι τὸ ἁγιώτατον νόμῳ πολέμου, στάσις ἐὰν κατασκήψῃ καὶ χεῖρες οἰκεῖαι προμιάνωσι τὸ τοῦ θεοῦ τέμενος· οἷς οὐκ ἀπιστήσαντες οἱ ζηλωταὶ διακόνους αὑτοὺς ἐπέδοσαν.
389 Ἤδη δὲ Ἰωάννῃ τυραννιῶντι τὸ πρὸς τοὺς ὁμοίους ἰσότιμον ἠδοξεῖτο, καὶ κατʼ ὀλίγους προσποιούμενος τῶν πονηροτέρων ἀφηνίαζε τοῦ συντάγματος.
390 ἀεὶ δὲ τοῖς μὲν τῶν ἄλλων δόγμασιν ἀπειθῶν, τὰ δὲ αὑτοῦ προστάσσων δεσποτικώτερον, δῆλος ἦν μοναρχίας ἀντιποιούμενος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme