Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 4

391 εἶκον δʼ αὐτῷ τινὲς μὲν δέει, τινὲς δὲ κατʼ εὔνοιαν, δεινὸς γὰρ ἦν ἀπάτῃ καὶ λόγῳ προσαγαγέσθαι, πολλοὶ δὲ πρὸς ἀσφαλείας ἡγούμενοι τῆς αὑτῶν τὰς αἰτίας ἤδη τῶν τολμωμένων ἐφʼ ἕνα καὶ μὴ πολλοὺς ἀναφέρεσθαι.
392 τό γε μὴν δραστήριον αὐτοῦ κατά τε χεῖρα καὶ κατὰ γνώμην δορυφόρους εἶχεν οὐκ ὀλίγους.
393 πολλὴ δὲ μοῖρα τῶν ἀντικαθισταμένων ἀπελείπετο, παρʼ οἷς ἴσχυε μὲν καὶ φθόνος δεινὸν ἡγουμένων ὑποτετάχθαι τὸ πρὶν ἰσοτίμῳ, τὸ πλέον δʼ εὐλάβεια τῆς μοναρχίας ἀπέτρεπεν·
394 οὔτε γὰρ καταλύσειν ῥᾳδίως ἤλπιζον αὐτὸν ἅπαξ κρατήσαντα, καὶ καθʼ αὑτῶν πρόφασιν ἕξειν τὸ τὴν ἀρχὴν ἀντιπρᾶξαι· προῃρεῖτο δʼ οὖν πολεμῶν ἕκαστος ὁτιοῦν παθεῖν ἢ δουλεύσας ἑκουσίως ἐν ἀνδραπόδου μοίρᾳ παραπολέσθαι.
395 διαιρεῖται μὲν οὖν ἡ στάσις ἐκ τούτων, καὶ τοῖς ἐναντιωθεῖσιν Ἰωάννης ἀντεβασίλευσεν.
396 ἀλλὰ τὰ μὲν πρὸς ἀλλήλους αὐτοῖς διὰ φυλακῆς ἦν, καὶ οὐδὲν ἢ μικρὸν εἴ ποτε διηκροβολίζοντο τοῖς ὅπλοις, ἤριζον δὲ κατὰ τοῦ δήμου καὶ πότεροι πλείονα λείαν ἄξουσιν ἀντεφιλονείκουν.
397 ἐπεὶ δὲ ἡ πόλις τρισὶ τοῖς μεγίστοις κακοῖς ἐχειμάζετο, πολέμῳ καὶ τυραννίδι καὶ στάσει, κατὰ σύγκρισιν μετριώτερον ἦν τοῖς δημοτικοῖς ὁ πόλεμος· ἀμέλει διαδιδράσκοντες ἐκ τῶν οἰκείων ἔφευγον πρὸς τοὺς ἀλλοφύλους καὶ παρὰ Ῥωμαίοις ἧς ἀπήλπισαν ἐν τοῖς ἰδίοις σωτηρίας ἠξιοῦντο.
398 Τέταρτον δὲ ἄλλο κακὸν ἐκινεῖτο πρὸς τὴν τοῦ ἔθνους κατάλυσιν.
399 φρούριον ἦν οὐ πόρρω Ἱεροσολύμων καρτερώτατον, ὑπὸ τῶν ἀρχαίων βασιλέων εἴς τε ὑπέκθεσιν κτήσεως ἐν πολέμου ῥοπαῖς καὶ σωμάτων ἀσφάλειαν κατεσκευασμένον, ὃ ἐκαλεῖτο Μασάδα.
400 τοῦτο κατειληφότες οἱ προσαγορευόμενοι σικάριοι τέως μὲν τὰς πλησίον χώρας κατέτρεχον οὐδὲν πλέον τῶν ἐπιτηδείων ποριζόμενοι·
401 δέει γὰρ ἀνεστέλλοντο τῆς πλείονος ἁρπαγῆς· ὡς [δὲ] τὴν Ῥωμαίων στρατιὰν ἠρεμοῦσαν, στάσει δὲ καὶ τυραννίδι ἰδίᾳ τοὺς ἐν Ἱεροσολύμοις Ἰουδαίους ἐπύθοντο διῃρημένους, ἁδροτέρων ἥπτοντο τολμημάτων.
402 καὶ κατὰ τὴν ἑορτὴν τῶν ἀζύμων, ἣν ἄγουσιν Ἰουδαῖοι σωτήρια ἐξ οὗ τῆς ὑπʼ Αἰγυπτίοις δουλείας ἀνεθέντες εἰς τὴν πάτριον γῆν κατῆλθον, νύκτωρ τοὺς ἐμποδὼν ὄντας διαλαθόντες πολίχνην τινὰ κατατρέχουσιν καλουμένην Ἐνγαδδί,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme