Book 4
436
ἑάλωσαν δὲ περὶ δισχιλίους καὶ διακοσίους λεία τε παμπληθὴς ὄνων τε καὶ προβάτων καὶ καμήλων καὶ βοῶν.
437
Ἰουδαίοις μὲν οὖν οὐδὲν ἐλάττων ἥδε ἡ πληγὴ προσπεσοῦσα καὶ μείζων ἔδοξεν ἑαυτῆς διὰ τὸ μὴ μόνον τὴν χώραν ἅπασαν διʼ ἧς ἔφευγον πληρωθῆναι φόνου μηδὲ νεκροῖς διαβατὸν γενέσθαι τὸν Ἰορδάνην, ἐμπλησθῆναι δὲ τῶν σωμάτων καὶ τὴν Ἀσφαλτικὴν λίμνην, εἰς ἣν παμπληθεῖς ὑπὸ τοῦ ποταμοῦ κατεσύρησαν.
438
Πλάκιδος δὲ δεξιᾷ τύχῃ χρώμενος ὥρμησεν ἐπὶ τὰς πέριξ πολίχνας τε καὶ κώμας, καταλαμβανόμενός τε Ἄβιλα καὶ Ἰουλιάδα καὶ Βησιμὼ τάς τε μέχρι [τῆς] Ἀσφαλτίτιδος πάσας ἐγκαθίστησιν ἑκάστῃ τοὺς ἐπιτηδείους τῶν αὐτομόλων.
439
ἔπειτα σκάφεσιν ἐπιβήσας τοὺς στρατιώτας αἱρεῖ τοὺς εἰς τὴν λίμνην καταφεύγοντας. καὶ τὰ μὲν κατὰ τὴν Περαίαν προσεχώρησεν ἢ ἑάλω πάντα μέχρι Μαχαιροῦντος.
440
Ἐν δὲ τούτῳ τὸ περὶ τὴν Γαλατίαν ἀγγέλλεται κίνημα καὶ Οὐίνδιξ ἅμα τοῖς δυνατοῖς τῶν ἐπιχωρίων ἀφεστὼς Νέρωνος, περὶ ὧν ἐν ἀκριβεστέροις ἀναγέγραπται.
441
Οὐεσπασιανὸν δʼ ἐπήγειρεν εἰς τὴν ὁρμὴν τοῦ πολέμου τὰ ἠγγελμένα προορώμενον ἤδη τοὺς μέλλοντας ἐμφυλίους πολέμους καὶ τὸν ὅλης κίνδυνον τῆς ἡγεμονίας, ἐν ᾧ προειρηνεύσας τὰ κατὰ τὴν ἀνατολὴν ἐπικουφίσειν ᾤετο τοὺς κατὰ τὴν Ἰταλίαν φόβους.
442
ἕως μὲν οὖν ἐπεῖχεν ὁ χειμὼν τὰς ὑπηγμένας διησφαλίζετο κώμας τε καὶ πολίχνας φρουραῖς, δεκαδάρχας μὲν κώμαις ἐγκαθιστάς, ἑκατοντάρχας δὲ πόλεσι· πολλὰ δὲ ἀνῴκιζε καὶ τῶν πεπορθημένων.
443
ὑπὸ δὲ τὴν ἀρχὴν τοῦ ἔαρος ἀναλαβὼν τὸ πλέον τῆς δυνάμεως ἤγαγεν ἀπὸ τῆς Καισαρείας ἐπὶ Ἀντιπατρίδος, ἔνθα δυσὶν ἡμέραις καταστησάμενος τὴν πόλιν τῇ τρίτῃ προῄει πορθῶν καὶ καίων τὰς πέριξ πάσας.
444
καταστρεψάμενος δὲ τὰ περὶ τὴν Θαμνὰ τοπαρχίαν ἐπὶ Λύδδων καὶ Ἰαμνείας ἐχώρει καὶ προκεχειρωμέναις ἑκατέραις ἐγκαταστήσας οἰκήτορας τῶν προσκεχωρηκότων ἱκανοὺς εἰς Ἀμμαοῦντα ἀφικνεῖται.
445
καταλαβόμενος δὲ τὰς ἐπὶ τὴν μητρόπολιν αὐτῶν εἰσβολὰς στρατόπεδόν τε τειχίζει καὶ τὸ πέμπτον ἐν αὐτῇ τάγμα καταλιπὼν πρόεισι μετὰ τῆς ἄλλης δυνάμεως ἐπὶ τὴν Βεθλεπτηνφῶν τοπαρχίαν.