Book 4
624
ἐξεπέπληκτο δὲ τὸν ἄνδρα δεσμώτην ἔτι ὄντα παρʼ αὐτῷ, καὶ προσκαλεσάμενος Μουκιανὸν ἅμα τοῖς ἄλλοις ἡγεμόσι καὶ φίλοις πρῶτον μὲν αὐτοῦ τὸ δραστήριον ἐκδιηγεῖτο καὶ ὅσα περὶ τοῖς Ἰωταπάτοις διʼ αὐτὸν ἔκαμον,
625
ἔπειτα τὰς μαντείας, ἃς αὐτὸς μὲν ὑπώπτευσε τότε πλάσματα τοῦ δέους, ἀποδειχθῆναι δὲ ὑπὸ τοῦ χρόνου καὶ τῶν πραγμάτων θείας.
626
αἰσχρὸν οὖν, ἔφη, τὸν προθεσπίσαντά μοι τὴν ἀρχὴν καὶ διάκονον τῆς τοῦ θεοῦ φωνῆς ἔτι αἰχμαλώτου τάξιν ἢ δεσμώτου τύχην ὑπομένειν καὶ καλέσας τὸν Ἰώσηπον λυθῆναι κελεύει.
627
τοῖς μὲν οὖν ἡγεμόσιν ἐκ τῆς εἰς τὸν ἀλλόφυλον ἀμοιβῆς λαμπρὰ καὶ περὶ αὑτῶν ἐλπίζειν παρέστη, συνὼν δὲ τῷ πατρὶ Τίτος
628
δίκαιον, ὦ πάτερ, ἔφη, τοῦ Ἰωσήπου καὶ τὸ ὄνειδος ἀφαιρεθῆναι σὺν τῷ σιδήρῳ· γενήσεται γὰρ ὅμοιος τῷ μὴ δεθέντι τὴν ἀρχήν, ἂν αὐτοῦ μὴ λύσωμεν ἀλλὰ κόψωμεν τὰ δεσμά. τοῦτο γὰρ ἐπὶ τῶν μὴ δεόντως δεθέντων πράττεται.
629
συνεδόκει ταῦτα, καὶ παρελθών τις πελέκει διέκοψε τὴν ἅλυσιν. ὁ δὲ Ἰώσηπος εἰληφὼς περὶ τῶν προειρημένων γέρας τὴν ἐπιτιμίαν ἤδη καὶ περὶ τῶν μελλόντων ἀξιόπιστος ἦν.
630
Οὐεσπασιανὸς δὲ ταῖς πρεσβείαις χρηματίσας καὶ καταστησάμενος ἑκάστοις τὰς ἀρχὰς δικαίως καὶ διὰ τῶν ἀξίων εἰς Ἀντιόχειαν ἀφικνεῖται.
631
καὶ βουλευόμενος, ποῖ τρέπεσθαι, προυργιαίτερα τῆς εἰς Ἀλεξάνδρειαν ὁρμῆς τὰ κατὰ τὴν Ῥώμην ἔκρινε, τὴν μὲν βέβαιον οὖσαν ὁρῶν, τὰ δʼ ὑπὸ Οὐιτελλίου ταρασσόμενα.
632
πέμπει δὴ Μουκιανὸν εἰς τὴν Ἰταλίαν παραδοὺς ἱππέων τε καὶ πεζῶν συχνὴν δύναμιν. ὁ δὲ διὰ τὴν τοῦ χειμῶνος ἀκμὴν δείσας τὸ πλεῖν πεζῇ τὴν στρατιὰν ἦγε διὰ Καππαδοκίας καὶ Φρυγίας.
633
Ἐν δὲ τούτῳ καὶ Ἀντώνιος Πρῖμος ἀναλαβὼν τὸ τρίτον τάγμα τῶν κατὰ Μυσίαν, ἔτυχεν δʼ ἡγεμονεύων αὐτόθι, Οὐιτελλίῳ παραταξόμενος ἠπείγετο.
634
Οὐιτέλλιος δὲ αὐτῷ συναντήσοντα μετὰ πολλῆς δυνάμεως Καικίναν Ἀλιηνὸν ἐκπέμπει, μέγα θαρρῶν τἀνδρὶ διὰ τὴν ἐπʼ Ὄθωνι νίκην. ὁ δὲ ἀπὸ τῆς Ῥώμης ἐλαύνων διὰ τάχους περὶ Κρέμωνα τῆς Γαλατίας τὸν Ἀντώνιον καταλαμβάνει· μεθόριος δʼ ἐστὶν ἡ πόλις αὕτη τῆς Ἰταλίας.