Thesauros Literature History Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Book 4

53 ὅσοι γε μὴν δέει τοῦ ληφθῆναι παρέμενον, [ἐν] ἐνδείᾳ διεφθείροντο· πανταχόθεν γὰρ τροφὴ τοῖς μάχεσθαι δυναμένοις συνηθροίζετο.
54 Καὶ οἱ μὲν ἐν τοιούτοις πάθεσι διεκαρτέρουν, Οὐεσπασιανὸς δὲ πάρεργον ἐποιεῖτο τῆς πολιορκίας τοὺς τὸ Ἰταβύριον κατειληφότας ὄρος, ὅ ἐστι τοῦ μεγάλου πεδίου καὶ Σκυθοπόλεως μέσον·
55 οὗ τὸ μὲν ὕψος ἐπὶ τριάκοντα σταδίους ἀνίσχει, μόλις προσβατὸν κατὰ τὸ προσάρκτιον κλίμα, πεδίον δʼ ἐστὶν ἡ κορυφὴ σταδίων ἓξ καὶ εἴκοσι, πᾶν τετειχισμένον.
56 ἤγειρε δὲ τοσοῦτον ὄντα τὸν περίβολον ὁ Ἰώσηπος ἐν τεσσαράκοντα ἡμέραις τῇ τε ἄλλῃ χορηγούμενος ὕλῃ κάτωθεν καὶ ὕδατι· καὶ γὰρ τοῖς ἐποίκοις μόνον ἦν ὄμβριον.
57 πολλοῦ οὖν πλήθους ἐπὶ τοῦτο συνειλεγμένου Οὐεσπασιανὸς Πλάκιδον σὺν ἱππεῦσιν ἑξακοσίοις πέμπει.
58 τούτῳ τὸ μὲν προσβαίνειν ἀμήχανον ἦν, ἐλπίδι δὲ δεξιῶν καὶ παρακλήσεως πρὸς εἰρήνην τοὺς πολλοὺς προεκαλεῖτο.
59 κατῄεσαν δὲ ἀντεπιβουλεύοντες· ὅ τε γὰρ Πλάκιδος ὡμίλει πρᾳότερον σπουδάζων αὐτοὺς ἐν τῷ πεδίῳ λαβεῖν, κἀκεῖνοι κατῄεσαν ὡς πειθόμενοι δῆθεν, ἵνα ἀφυλάκτῳ προσπέσωσιν.
60 ἐνίκα μέντοι τὸ Πλακίδου πανοῦργον· ἀρξαμένων γὰρ τῶν Ἰουδαίων μάχης φυγὴν ὑπεκρίνετο καὶ διώκοντας ἑλκύσας ἐπὶ πολὺ τοῦ πεδίου τοὺς ἱππεῖς ἐπιστρέφει, τρεψάμενος δὲ πλείστους μὲν αὐτῶν ἀναιρεῖ, τὸ δὲ λοιπὸν πλῆθος ὑποτεμόμενος εἴργει τῆς ἀνόδου.
61 καὶ οἱ μὲν τὸ Ἰταβύριον καταλιπόντες ἐπὶ Ἱεροσολύμων ἔφευγον, οἱ δὲ ἐπιχώριοι πίστεις λαβόντες, ἐπιλελοίπει δʼ αὐτοὺς ὕδωρ, τό τε ὄρος καὶ σφᾶς αὐτοὺς Πλακίδῳ παρέδοσαν.
62 Τῶν δʼ ἐπὶ τῆς Γαμάλας οἱ παραβολώτεροι μὲν φεύγοντες διελάνθανον, οἱ δʼ ἀσθενεῖς διεφθείροντο λιμῷ·
63 τὸ μάχιμον δʼ ἀντεῖχεν τῇ πολιορκίᾳ, μέχρι δευτέρᾳ καὶ εἰκάδι μηνὸς Ὑπερβερεταίου τρεῖς τῶν ἀπὸ τοῦ πέμπτου καὶ δεκάτου τάγματος στρατιῶται περὶ τὴν ἑωθινὴν φυλακὴν ὑποδύντες τὸν προύχοντα κατὰ τούτους πύργον ὑπορύσσουσιν ἡσυχῆ.
64 τοῖς δʼ ὑπὲρ αὐτοῦ φύλαξιν οὔτε προσιόντων αἴσθησις, νὺξ γὰρ ἦν, οὔτε προσελθόντων ἐγένετο. οἱ δὲ στρατιῶται φειδόμενοι τοῦ ψόφου καὶ πέντε τοὺς κραταιοτάτους ἐκκυλίσαντες λίθους ὑποπηδῶσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme